previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[91] Καρχηδόνιοι δ᾽ οἱ μὲν ἀπὸ τῶν τειχῶν ἐς τοὺς πρέσβεις, ὁπότε ἥξουσιν, ἀφεώρων καὶ βραδύνουσιν αὐτοῖς ἤχθοντο, καὶ τὰς κόμας ἐτίλλοντο: οἱ δ᾽ ὑπήντων ἔτι προσιοῦσιν, οὐκ ἀναμένοντες ἀλλ᾽ ἐπειγόμενοι μαθεῖν. σκυθρωποὺς δὲ ὁρῶντες ἐτύπτοντο τὰ μέτωπα, καὶ διηρώτων, οἱ μὲν ὁμοῦ πάντας οἱ δ᾽ ἕκαστον, ὡς εἶχέ τις φιλίας γνώσεως ἐς αὐτόν, ἐπιστρέφων τε καὶ πυνθανόμενος. ὡς δὲ οὐδεὶς ἀπεκρίνετο, ἀνῴμωζον ὡς ἐπ᾽ ὀλέθρῳ σαφεῖ. καὶ οἱ ἐπὶ τοῦ τείχους ἀκούοντες συνανῴμωζον αὐτοῖς, οὐκ εἰδότες μὲν οὐδέν, ὡς δ᾽ ἐπὶ σαφεῖ καὶ μεγάλῳ κακῷ. περὶ δὲ τὰς πύλας ὀλίγου μὲν αὐτοὺς καὶ συνεπάτουν, ἐπιπίπτοντες ἀθρόοι, ὀλίγου δὲ καὶ διέσπασαν, εἰ μὴ τοσόνδε ἔφασαν, ὅτι χρὴ τῇ γερουσίᾳ πρότερον ἐντυχεῖν. τότε γὰρ οἱ μὲν διίσταντο αὐτοῖς, οἱ δὲ καὶ ὡδοποίουν ἐπιθυμίᾳ τοῦ θᾶσσον μαθεῖν. ὡς δὲ ἐς τὸ βουλευτήριον ἐσῆλθον, μὲν γερουσία τοὺς ἄλλους μετεστήσατο, καὶ μόνοι συνήδρευον ἐφ᾽ ἑαυτῶν, τὸ δὲ πλῆθος ἔξω περιειστήκεσαν. οἱ δὲ πρέσβεις ἀπήγγελλον πρῶτα μὲν τὸ κέλευσμα τῶν ὑπάτων: καὶ εὐθὺς ἦν βοὴ τῆς γερουσίας, καὶ δῆμος ἔξω συνεβόα. ὡς δὲ ἐπῆγον οἱ πρέσβεις ὅσα ἀντέλεξαν δικαιολογούμενοι καὶ δεόμενοι καὶ ἐς Ῥώμην πρεσβεῦσαι παραιτούμενοι, αὖθις ἦν τῆς βουλῆς σιγὴ βαθεῖα, τὸ τέλος μαθεῖν περιμενούσης, καὶ δῆμος αὐτῇ συνεσιώπα. ὡς δ᾽ ἔμαθον ὅτι μηδὲ πρεσβεύειν ἐπέτρεψαν, ἠλάλαξαν ἐξαίσιον ὀδυρόμενοι, καὶ δῆμος ἐσέδραμεν ἐς αὐτούς.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: