Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[17]
ἂν μὲν τοίνυν ᾖ τὸ συνεστηκὸς στράτευμα, καὶ τῇ χώρᾳ βοηθῆσαι δυνήσεται καὶ τῶν ἐκείνου τι κακῶς ποιῆσαι: εἰ δ᾽ ἅπαξ διαλυθήσεται, τί ποιήσομεν, ἂν ἐπὶ Χερρόνησον ἴῃ; ‘κρινοῦμεν Διοπείθη νὴ Δία.’ καὶ τί τὰ πράγματ᾽ ἔσται βελτίω; ‘ἀλλ᾽ ἐνθένδ᾽ ἂν βοηθήσαιμεν αὐτοί.’ ἂν δ᾽ ὑπὸ τῶν πνευμάτων μὴ δυνώμεθα; ‘ἀλλὰ μὰ Δί᾽ οὐχ ἥξει.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.