Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[73]
ἤδη τοίνυν τινὸς ἤκουσα τοιοῦτόν τι λέγοντος, ὡς ἄρ᾽ ἐγὼ λέγω μὲν ἀεὶ τὰ βέλτιστα, ἔστιν δ᾽ οὐδὲν ἀλλ᾽ ἢ λόγοι τὰ παρ᾽ ἐμοῦ, δεῖ δ᾽ ἔργων τῇ πόλει καὶ πράξεώς τινος. ἐγὼ δ᾽ ὡς ἔχω περὶ τούτων, λέξω πρὸς ὑμᾶς καὶ οὐκ ἀποκρύψομαι. οὐδ᾽ εἶναι νομίζω τοῦ συμβουλεύοντος ὑμῖν ἔργον οὐδὲν πλὴν εἰπεῖν τὰ βέλτιστα. καὶ τοῦθ᾽ ὅτι τοῦτον ἔχει τὸν τρόπον ῥᾳδίως οἶμαι δείξειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.