Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[25]
λαμβάνουσι δ᾽ οἱ μὲν ἔχοντες μίαν ἢ δύο ναῦς ἐλάττονα, οἱ δὲ μείζω δύναμιν πλείονα. καὶ διδόασιν οἱ διδόντες οὔτε τὰ μικρὰ οὔτε τὰ πολλὰ ἀντ᾽ οὐδενός (οὐ γὰρ οὕτω μαίνονται), ἀλλ᾽ ὠνούμενοι μὴ ἀδικεῖσθαι τοὺς παρ᾽ αὑτῶν ἐκπλέοντας ἐμπόρους, μὴ συλᾶσθαι, παραπέμπεσθαι τὰ πλοῖα τὰ αὑτῶν, τὰ τοιαῦτα: φασὶ δ᾽ εὐνοίας διδόναι, καὶ τοῦτο τοὔνομ᾽ ἔχει τὰ λήμματα ταῦτα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.