Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[18]
καὶ τίς ἐγγυητής ἐστι τούτου; ἆρ᾽ ὁρᾶτε καὶ λογίζεσθ᾽, ὦ ἄνδρες Ἀθηναῖοι, τὴν ἐπιοῦσαν ὥραν τοῦ ἔτους, εἰς ἣν ἔρημόν τινες οἴονται δεῖν τὸν Ἑλλήσποντον ὑμῶν ποιῆσαι καὶ παραδοῦναι Φιλίππῳ; τί δ᾽, ἂν ἀπελθὼν ἐκ Θρᾴκης καὶ μηδὲ προσελθὼν Χερρονήσῳ μηδὲ Βυζαντίῳ (καὶ γὰρ ταῦτα λογίζεσθε) ἐπὶ Χαλκίδα καὶ Μέγαρ᾽ ἥκῃ τὸν αὐτὸν τρόπον ὅνπερ ἐπ᾽ Ὠρεὸν πρώην, πότερον κρεῖττον ἐνθάδ᾽ αὐτὸν ἀμύνεσθαι καὶ προσελθεῖν τὸν πόλεμον πρὸς τὴν Ἀττικὴν ἐᾶσαι, ἢ κατασκευάζειν ἐκεῖ τιν᾽ ἀσχολίαν αὐτῷ; ἐγὼ μὲν οἴομαι τοῦτο.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.