Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[71]
οὐδὲν ἂν τούτων εἴποιμι, ἀλλ᾽ ὅτι τῶν τοιούτων πολιτευμάτων οὐδὲν πολιτεύομαι, ἀλλὰ δυνάμενος ἂν ἴσως, ὥσπερ καὶ ἕτεροι, καὶ κατηγορεῖν καὶ χαρίζεσθαι καὶ δημεύειν καὶ τἄλλ᾽ ἃ ποιοῦσιν οὗτοι ποιεῖν, οὐδ᾽ ἐφ᾽ ἓν τούτων πώποτ᾽ ἐμαυτὸν ἔταξα, οὐδὲ προήχθην οὔθ᾽ ὑπὸ κέρδους οὔθ᾽ ὑπὸ φιλοτιμίας, ἀλλὰ διαμένω λέγων ἐξ ὧν ἐγὼ μὲν πολλῶν ἐλάττων εἰμὶ παρ᾽ ὑμῖν, ὑμεῖς δ᾽, εἰ πείσεσθέ μοι, μείζους ἂν εἴητε: οὕτω γὰρ ἴσως ἀνεπίφθονον εἰπεῖν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.