Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[182]
τρία τοίνυν ἐκ τούτου τὰ δεινότατ᾽ ἄν τις ἴδοι πεπραγμέν᾽ αὐτοῖς. τὴν μὲν γὰρ θεὸν τοὺς στεφάνους σεσυλήκασιν: τῆς πόλεως δὲ τὸν ζῆλον ἠφανίκασιν τὸν ἐκ τῶν ἔργων, ὧν ὑπόμνημ᾽ ἦσαν ὄντες οἱ στέφανοι: τοὺς δ᾽ ἀναθέντας δόξαν οὐ μικρὰν ἀφῄρηνται, τὸ δοκεῖν ὧν ἂν εὖ πάθωσ᾽ ἐθέλειν μεμνῆσθαι. καὶ τοιαῦτα καὶ τοσαῦτα τὸ πλῆθος κάκ᾽ εἰργασμένοι εἰς τοῦτ᾽ ἀναισθησίας καὶ τόλμης προεληλύθασιν, ὥσθ᾽ ὁ μὲν οἴεται δι᾽ ἐκεῖνον ὑφ᾽ ὑμῶν σωθήσεσθαι, ὁ δὲ παρακάθηται καὶ οὐ καταδύεται τοῖς πεπραγμένοις.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.