Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[43]
καλῶς ἐχόντων τῶν νόμων, ὦ ἄνδρες δικασταί, τῶν ὑπαρχόντων, ὅδ᾽ ὁ νῦν ἀναγνωσθεὶς νόμος ὡσπερεὶ διώρισεν καὶ βεβαιοτέρους ἐποίησεν αὐτούς. κελεύει γὰρ ἕκαστον ἀφ᾽ ἧς ἡμέρας ἐτέθη κύριον εἶναι, πλὴν εἴ τῳ χρόνος προσγέγραπται, τούτῳ δὲ τὸν γεγραμμένον ἄρχειν. διὰ τί; ὅτι πολλοῖς τῶν νόμων προσεγέγραπτο ‘τὸν δὲ νόμον εἶναι κύριον τόνδ᾽ ἀπὸ τοῦ μετὰ τὸν νῦν ἄρχοντα.’ ὕστερον δὲ γράφων ὁ τιθεὶς ἐπὶ τούτοις τόνδε τὸν νόμον τὸν ἀνεγνωσμένον, οὐκ ἐνόμιζε δίκαιον εἶναι τοὺς αὐτοὺς τῶν νόμων ἀναγεγραμμένους ὕστερον ἢ ἐτέθησαν κυρίους εἶναι ἀνενεγκεῖν ἐπὶ τὴν ἡμέραν, ἀφ᾽ ἧς ἐτέθησαν, καὶ πρότερον ποιῆσαι κυρίους ἢ ὁ θεὶς ἕκαστον ἠξίωσεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.