Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[93]
γέγραπται γὰρ δήπου ἐν τῷ νόμῳ αὐτοῦ, ‘καὶ εἴ τινι τῶν ὀφειλόντων προστετίμηται δεσμοῦ ἢ καὶ τὸ λοιπὸν προστιμηθῇ, εἶναι καταστήσαντι ἐγγυητάς, ἦ μὴν ἐπὶ τῆς ἐνάτης πρυτανείας ἐκτείσειν τὸ ἀργύριον, ἀφεῖσθαι τοῦ δεσμοῦ.’ τίς οὖν πόρος ἔσται; τίν᾽ ἀποσταλήσεται τρόπον ἡ στρατιά; πῶς τὰ χρήματ᾽ εἰσπράξομεν, ἂν ἕκαστος ὀφλισκάνων ἐγγυητὰς καθιστῇ κατὰ τὸν τούτου νόμον, ἀλλὰ μὴ τὸ προσῆκον ποιῇ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.