previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἁλιεῖς


῾Α πενία Διόφαντε μόνα τὰς τέχνας ἐγείρει,
αὐτὰ τῶ μόχθοιο διδάσκαλος: οὐδὲ γὰρ εὕδειν
ἀνδράσιν ἐργατίναισι κακαὶ παρέχοντι μέριμναι.
κἂν ὀλίγον νυκτός τις ἐπιμύσσῃσι, τὸν ὕπνον
5αἰφνίδιον θορυβεῦσιν ἐφιστάμεναι μελεδῶναι.
᾿Ιχθύος ἀγρευτῆρες ὅμως δύο κεῖντο γέροντες,
στρωσάμενοι βρύον αὖον ὑπὸ πλεκταῖς καλύβαισι,
κεκλιμένοι τοίχῳ τῷ φυλλίνῳ: ἐγγύθι δ᾽ αὐτοῖν
κεῖτο τὰ ταῖν χειροῖν ἀθλήματα, τοὶ καλαθίσκοι,
10τοὶ κάλαμοι, τἄγκιστρα τὰ φυκιόεντα δέλητα
ὁρμιαὶ κύρτοι τε καὶ ἐκ σχοίνων λαβύρινθοι,
μήρινθοι κώπα τε γέρων τ᾽ ἐπ᾽ ἐρείσμασι λέμβος:
νέρθεν τᾶς κεφαλᾶς φορμὸς βραχύς, εἷμά τ᾽ ἐπί σφι
οὗτος τοῖς ἁλιεῦσιν πᾶς πόρος, οὗτος πλοῦτος.
15οὐδεὶς δ᾽ οὐ σισύραν εἶχ᾽ οὐ λίνα: πάντα περισσά,
πάντ᾽ ἐδόκει τήνοις: γὰρ πενία σφας ἔτειρε
οὐδεὶς δ᾽ ἐν μέσσῳ γείτων: πενίᾳ δὲ παρ᾽ αὐτὰν
θλιβομέναν καλύβαν τρυφερὸν προσέναχε θάλασσα.
κοὔπω τὸν μέσατον δρόμον ἄνυεν ἅρμα Σελάνας,
20τοὺς δ᾽ ἁλιεῖς ἤγειρε φίλος πόνος, ἐκ βλεφάρων δὲ
ὕπνον ἀπωσάμενοι σφετέραις φρεσὶν ἤρεθον αὐδάν.

Ἀσφαλίων

ψεύδοντ᾽ φίλε πάντες, ὅσοι τὰς νύκτας ἔφασκον
τῶ θέρεος μινύθειν, ὅτε τἄματα μακρὰ φέρει Ζεύς.
ἤδη μυρί᾽ ἐσεῖδον ὀνείρατα, κοὐδέπω ἀώς.
25μὴ λαθόμην; τί τὸ χρῆμα; χρόνον δ᾽ αἱ νύκτες ἔχοντι.

Ἑταῖρος

᾿Ασφαλίων, μέμφῃ τὸ καλὸν θέρος; οὐ γὰρ καιρὸς
αὐτομάτως παρέβα τὸν ἑὸν δρόμον: ἀλλὰ τὸν ὕπνον
φροντὶς κόπτοισα μακρὰν τὰν νύκτα ποιεῖ τοι.

Ἀσφαλίων

ἆρ᾽ ἔμαθες κρίνειν πόκ᾽ ἐνύπνια; χρηστὰ γὰρ εἶδον.
30οὔ δε θέλω τὠμῶ φαντάσματος ἦμεν ἄμοιρον.
ὡς καὶ τὰν ἄγραν, τὠνείρατα πάντα μερίζευ.
ὃς γὰρ ἂν εἰκάξῃ κατὰ τὸν νόον οὗτος ἄριστος
ἐστὶν ὀνειροκρίτας, διδάσκαλός ἐστι παρ᾽ νοῦς.
ἄλλως καὶ σχολά ἐστι: τί γὰρ ποιεῖν ἂν ἔχοι τις
35κείμενος ἐν φύλλοις ποτὶ κύματι μηδὲ καθεύδων,
ἀλλ᾽ ὄνος ἐν ῥάμνῳ τό τε λύχνιον ἐν πρυτανείῳ:
φαντὶ γὰρ ἀγρυπνίαν τόδ᾽ ἔχειν.

Ἑταῖρος

λέγε μοί ποτε νυκτὸς
ὄψιν, ἐπεὶ τά τις οἶδε λέγει μανύεν ἑταίρῳ.

Ἀσφαλίων

δειλινὸν ὡς κατέδαρθον ἐν εἰναλίοισι πόνοισιν
40οὐ μὰν ἦν πολύσιτος, ἐπεὶ δειπνεῦντες ἐν ὥρᾳ,
εἰ μέμνῃ, τᾶς γαστρὸς ἐφειδόμεθ᾽), εἶδον ἐμαυτὸν
ἐν πέτρᾳ μεμαῶτα, καθεζόμενος δ᾽ ἐδόκευον
ἰχθύας, ἐκ καλάμων δὲ πλάνον κατέσειον ἐδωδάν.
καί τις τῶν τραφερῶν ὠρέξατο: καὶ γὰρ ἐν ὕπνοις
45πᾶσα κύων ἄρκτον μαντεύεται, ἰχθύα κἠγών.
χὡ μὲν τὠγκίστρῳ ποτεφύετο, καὶ ῥέεν αἷμα,
τὸν κάλαμον δ᾽ ὑπὸ τῶ κινήματος ἀγκύλον εἶχον
τὼ χέρε τεινόμενον περικλώμενον, εὐρὺν ἀγῶνα,
πῶς νιν ἕλω μέγαν ἰχθὺν ἀφαυροτέροισι σιδάροις.
50εἶθ᾽ ὑπομιμνάσκων τῶ τρώματος ἠρέμ᾽ ἔνυξα,
καὶ νύξας ἐχάλαξα, καὶ οὐ φεύγοντος ἔτεινα.
ἤνυσα δ᾽ ὦν τὸν ἄεθλον, ἀνείλκυσα χρύσεον ἰχθύν,
παντᾷ τοι χρυσῷ πεπυκασμένον: εἶχε δὲ δεῖμα,
μήτι Ποσειδάωνι πέλοι πεφιλημένος ἰχθὺς
55 τάχα τᾶς γλαυκᾶς κειμήλιον ᾿Αμφιτρίτης.
ἠρέμα δ᾽ αὐτὸν ἐγὼν ἐκ τὠγκίστρω ἀπέλυσα,
μή ποτε τῶ στόματος τἀγκίστρια χρυσὸν ἔχοιεν.
καὶ τὸν μὲν πίστευσα καλεῖν τὸν ἐπήρατον ἰχθύν,
ὤμοσα δ᾽ οὐκέτι λοιπὸν ὑπὲρ πελάγους πόδα θεῖναι,
60ἀλλὰ μενεῖν ἐπὶ γᾶς καὶ τῷ χρυσῷ βασιλεύσειν.
ταῦτά με κἀξήγειρε, τὺ δ᾽ ξένε λοιπὸν ἔρειδε
τὰν γνώμαν: ὅρκον γὰρ ἐγὼ τὸν ἐπώμοσα ταρβῶ.

Ἑταῖρος

καὶ σύγε τί τρέσσεις; οὐκ ὤμοσας: οὐδὲ γὰρ ἰχθὺν
χρύσεον ὡς ἴδες εὗρες, ἴσα δ᾽ ἦν ψεύδεσιν ὄψις,
ἐλπὶς τῶν ὕπνων. ζάτει τὸν σάρκινον ἰχθύν,
65εἰ γάρ πᾳ κνώσσων ἔτ᾽ ἐτώσια ταῦτα ματεύσεις,
μὴ σὺ θάνῃς λιμῷ καίτοι χρυσοῖσιν ὀνείροις.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (1 total)
  • Commentary references to this page (1):
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO HERMES
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: