previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Βουκολιασταὶ Δάφνις καὶ Μενάλκας


Δάφνιδι τῷ χαρίεντι συνήντετο βουκολέοντι
μᾶλα νέμων, ὡς φαντί, κατ᾽ ὤρεα μακρὰ Μενάλκας.
ἄμφω τώγ᾽ ἤστην πυρροτρίχω, ἄμφω ἀνάβω,
ἄμφω συρίσδεν δεδαημένω, ἄμφω ἀείδεν.
5πρᾶτος δ᾽ ὦν ποτὶ Δάφνιν ἰδὼν ἀγόρευε Μενάλκας:
μυκητᾶν ἐπίουρε βοῶν Δάφνι, λῇς μοι ἀεῖσαι;
φαμί τυ νικασεῖν, ὅσσον θέλω αὐτὸς ἀείδων.’
τὸν δ᾽ ἄρα χὡ Δάφνις τοιῷδ᾽ ἀπαμείβετο μύθῳ:
ποιμὴν εἰροπόκων ὀίων συριγκτὰ Μενάλκα,
10οὔποτε νικασεῖς μ᾽, οὐδ᾽ εἴ τι πάθοις τύγ᾽ ἀείδων.’

Μενάλκας

χρῄσδεις ὧν ἐσιδεῖν; χρῄσδεις καταθεῖναι ἄεθλον;

Δάφνις

χρῄσδω τοῦτ᾽ ἐσιδεῖν, χρῄσδω καταθεῖναι ἄεθλον.

Μενάλκας

καὶ τίνα θησεύμεσθ᾽, ὅτις ἁμῖν ἄρκιος εἴη;

Δάφνις

μόσχον ἐγὼ θησῶ: τὺ δὲ θὲς ἰσομάτορα ἀμνόν.

Μενάλκας

15οὐ θησῶ ποκα ἀμνόν, ἐπεὶ χαλεπὸς πατήρ μευ
χἁ μάτηρ, τὰ δὲ μᾶλα ποθέσπερα πάντ᾽ ἀριθμεῦντι.

Δάφνις

ἀλλὰ τί μὰν θησεῖς; τί δὲ τὸ πλέον ἑξεῖ νικῶν;

Μενάλκας

σύριγγ᾽ ἃν ἐπόησα καλὰν ἐγὼ ἐννεάφωνον,
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν,
20ταύταν κατθείην, τὰ δὲ τῶ πατρὸς οὐ καταθησῶ.

Δάφνις

μάν τοι κἠγὼ σύριγγ᾽ ἔχω ἐννεάφωνον.
λευκὸν κηρὸν ἔχοισαν, ἴσον κάτω, ἶσον ἄνωθεν.
πρώαν νιν συνέπαξ᾽: ἔτι καὶ τὸν δάκτυλον ἀλγέω
τοῦτον, ἐπεὶ κάλαμός με διασχισθεὶς διέτμαξεν.

Μενάλκας

25ἀλλὰ τίς ἄμμε κρινεῖ; τίς ἐπάκοος ἔσσεται ἁμέων;

Δάφνις

τῆνον πῶς ἐνταῦθα τὸν αἰπόλον ἢν καλέσωμες;
ποτὶ ταῖς ἐρίφοις κύων φάλαρος ὑλακτεῖ.
χοἱ μὲν παῖδες ἄυσαν, δ᾽ αἰπόλος ἦνθ᾽ ἐπακοῦσαι.
χοἱ μὲν παῖδες ἄειδον, δ᾽ αἰπόλος ἤθελε κρίνειν.
30πρᾶτος δ᾽ ὦν ἄειδε λαχὼν ἰυκτὰ Μενάλκας,
εἶτα δ᾽ ἀμοιβαίαν ὑπελάμβανε Δάφνις ἀοιδάν.
βουκολικάν: οὕτω δὲ Μενάλκας ἄρξατο πρᾶτος.

Μενάλκας

῎Αγκεα καὶ ποταμοί, θεῖον γένος, αἴ τι Μενάλκας
πήποχ᾽ συριγκτὰς προσφιλὲς ᾆσε μέλος,
35βόσκοιτ᾽ ἐκ ψυχᾶς τὰς ἀμνάδας: ἢν δέ ποκ᾽ ἔνθῃ
Δάφνις ἔχων δαμάλας, μηδὲν ἔλασσον ἔχοι.

Δάφνις

κρᾶναι καὶ βοτάναι, γλυκερὸν φυτόν, αἴπερ ὁμοῖον
μουσίσδει Δάφνις ταῖσιν ἀηδονίσι,
τοῦτο τὸ βουκόλιον πιαίνετε: κἤν τι Μενάλκας
40    τεῖδ᾽ ἀγάγῃ, χαίρων ἄφθονα πάντα νέμοι.

Μενάλκας

ἔνθ᾽ ὄις, ἔνθ᾽ αἶγες διδυματόκοι, ἔνθα μέλισσαι
σμήνεα πληροῦσιν, καὶ δρύες ὑψίτεραι,
ἔνθ᾽ καλὸς Μίλων βαίνει ποσίν: αἰ δ᾽ ἂν ἀφέρπῃ,
χὡ ποιμὴν ξηρὸς τηνόθι χαἱ βοτάναι.

Δάφνις

45παντᾷ ἔαρ, παντᾷ δὲ νομοί, παντᾷ δὲ γάλακτος
οὔθατα πλήθουσιν, καὶ τὰ νέα τρέφεται,
ἐνθ᾽ καλὰ παῖς ἐπινίσσεται: αἰ δ᾽ ἂν ἀφέρπῃ,
χὡ τὰς βῶς βόσκὡν χαἱ βόες αὐότεραι.

Μενάλκας

τράγε, τᾶν λευκᾶν αἰγῶν ἄνερ, βάθος ὕλας
50    μυρίον, ( σιμαὶ δεῦτ᾽ ἐφ᾽ ὕδωρ ἔριφοι:)
ἐν τήνῳ γὰρ τῆνος: ἴθ᾽ κόλε καὶ λέγε: Μίλων,
Πρωτεὺς φώκας καὶ θεὸς ὢν ἔνεμε.

Δάφνις

μή μοι γᾶν Πέλοπος, μή μοι χρύσεια τάλαντα
εἴη ἔχειν, μηδὲ πρόσθε θέειν ἀνέμων:
55ἀλλ᾽ ὑπὸ τᾷ πέτρᾳ τᾷδ᾽ ᾁσομαι, ἀγκὰς ἔχων τυ,
σύννομα μᾶλ᾽ ἐσορῶν, τὰν Σικελὰν ἐς ἅλα.

Δάφνις

δένδρεσι μὲν χειμὼν φοβερὸν κακόν, ὕδασι δ᾽ αὐχμός,
ὄρνισιν δ᾽ ὕσπλαγξ, ἀγροτέροις δὲ λίνα,
ἀνδρὶ δὲ παρθενικᾶς ἁπαλᾶς πόθος. πάτερ Ζεῦ,
60    οὐ μόνος ἠράσθην: καὶ τὺ γυναικοφίλας.
ταῦτα μὲν ὦν δι᾽ ἀμοιβαίων οἱ παῖδες ἄεισαν:
τὰν πυμάταν δ᾽ ᾠδὰν οὑτῶς ἐξᾶρχε Μενάλκας.
Φεἰδευ τᾶν ἐρίφων, φείδευ λύκε τᾶν τοκάδων μευ,
μηδ᾽ ἀδίκει μ᾽, ὅτι μικκὸς ἐὼν πολλαῖσιν ὁμαρτέω.
65 Λάμπουρε κύον, οὕτω βαθὺς ὕπνος ἔχει τυ;
οὐ χρὴ κοιμᾶσθαι βαθέως σὺν παιδὶ νέμοντα.
ταὶ δ᾽ ὄιες, μηδ᾽ ὔμμες ὀκνεῖθ᾽ ἁπαλᾶς κορέσασθαι
ποίας: οὔτι καμεῖσθ᾽, ὅκκ᾽ αὖ πάλιν ἅδε φύηται.
σίττα νέμεσθε νέμεσθε, τὰ δ᾽ οὔθατα πλήσατε πᾶσαι,
ὡς τὸ μὲν ὥρνες ἔχωντι, τὸ δ᾽ ἐς ταλάρως ἀποθῶμαι.
δεύτερος αὖ Δάφνις λιγυρῶς ἀνεβάλλετ᾽ ἀείδειν:
κἠμὲ γὰρ ἐκ τὤντρω σύνοφρυς κόρα ἐχθὲς ἰδοῖσα
τὰς δαμάλας παρελᾶντα καλὸν καλὸν ἦμεν ἔφασκεν:
οὐ μὰν οὐδὲ λόγον ἐκρίθην ἄπο, τὤμπικρον αὐτᾷ,
75ἀλλὰ κάτω βλέψας τὰν ἁμετέραν ὁδὸν εἷρπον.
ἁδεῖ᾽ φωνὰ τᾶς πόρτιος, ἁδὺ τὸ πνεῦμα:
ἁδὺ δὲ χὡ μόσχος γαρύεται, ἁδὺ δὲ χἁ βῶς:
ἁδὺ δὲ τῶ θέρεος παρ᾽ ὕδωρ ῥέον αἰθριοκοιτεῖν.
τᾷ δρυῒ ταὶ βάλανοι κόσμος, τᾷ μαλίδι μᾶλα,
80τᾷ βοῒ δ᾽ μόσχος, τῷ βουκόλῳ αἱ βόες αὐταί.
῝Ως οἱ παῖδες ἄεισαν, δ᾽ αἰπόλος ὧδ᾽ ἀγόρευεν:
ἁδύ τι τὸ στόμα τευ καὶ ἐφίμερος Δάφνι φωνά.
κρέσσον μελπομένω τευ ἀκουέμεν μέλι λείχειν.
λάζεο τὰς σύριγγας: ἐνίκασας γὰρ ἀείδων.
85αἰ δέ τι λῇς με καὶ αὐτὸν ἅμ᾽ αἰπολέοντα διδάξαι,
τήναν τὰν μιτύλαν δωσῶ τὰ δίδακτρά τοι αἶγα,
ἅτις ὑπὲρ κεφαλᾶς αἰεὶ τὸν ἀμολγέα πληροῖ.
῾Ως μὲν παῖς ἐχάρη καὶ ἀνάλατο καὶ πλατάγησε
νικάσας, οὑτῶς ἐπὶ ματέρι νεβρὸς ἅλοιτο.
90ὡς δὲ κατεσμύχθη καὶ ἀνετράπετο φρένα λύπᾳ
ὥτερος, οὕτω καὶ νύμφα γαμεθεῖσ᾽ ἀκάχοιτο.
κἠκ τούτω πρᾶτος παρὰ ποιμέσι Δάφνις ἔγεντο,
καὶ Νύμφαν ἄκρηβος ἐὼν ἔτι Ναΐδα γᾶμεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: