previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[10] οὕτω μὲν Παῦλος ἑβδομήκοντα πόλεις διήρπασεν ὥρᾳ μιᾷ: Ἀρδεῖοι δὲ καὶ Παλάριοι, γένη ἕτερα Ἰλλυριῶν, τὴν ὑπὸ Ῥωμαίους Ἰλλυρίδα ἐδῄουν, καὶ οἱ Ῥωμαῖοι δι᾽ ἀσχολίαν πρέσβεις ἔπεμψαν ἐπιπλήξοντας αὐτοῖς. οὐ μεταθεμένων δὲ ἐκείνων ἐστράτευον ἐπ᾽ αὐτοὺς μυρίοις πεζοῖς καὶ ἱππεῦσιν ἑξακοσιοις. οἱ δὲ πυθόμενοι, καὶ ἔτι ὄντες ἀπαράσκευοι, πρέσβεις ἔπεμψαν μεταγιγνώσκοντες καὶ δεόμενοι. καὶ βουλὴ τὰς βλάβας αὐτοῖς ἐκέλευσεν ἀποδοῦναι τοῖς ἠδικημένοις. οὐκ ἀποδιδόντων δὲ ἐστράτευεν ἐπ᾽ αὐτοὺς Φούλουιος Φλάκκος. καὶ πόλεμος ἄρα μέχρι καταδρομῆς ἔληξε μόνης. οὐ γὰρ ηὗρον αὐτοῦ τέλος ἀκριβές. Ἰάποσι δὲ τοῖς ἐντὸς Ἄλπεων ἐπολέμησε μὲν Σεμπρώνιος Τουδιτανὸς ἐπίκλην καὶ Πανδούσας Τιβέριος καὶ ἐοίκασιν οἱ Ἰάποδες αὐτοῖς ὑπακοῦσαι, ἐοίκασι δὲ καὶ Σεγεστανοὶ Λευκίῳ Κόττᾳ καὶ Μετέλλῳ, ἀμφότεροι δ᾽ οὐ πολὺ ὕστερον ἀποστῆναι.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: