previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[21] καὶ τῆς ἐπιούσης πρεσβευσάμενοι πρὸς αὐτὸν ὁμήρους τε πεντήκοντα ἔδοσαν, οὓς Καῖσαρ ἐπελέξατο, καὶ φρουρὰν ὑποσχόμενοι δέξεσθαι τὸν ὑψηλότερον λόφον τοῖς φρουροῖς ἀπέλιπον, αὐτοὶ δὲ μετεχώρουν ἐς τὸν ἕτερον. ἐπεὶ δὲ ἐσελθοῦσα φρουρὰ τὰ ὅπλα αὐτοὺς ἐκέλευεν ἀποθέσθαι, οἱ δὲ ἠγανάκτησάν τε, καὶ τὰ γύναια σφῶν καὶ τοὺς παῖδας ἐς τὸ βουλευτήριον συγκλείσαντες, καὶ φυλακὴν ἐπιστήσαντες, οἷς εἴρητο, εἴ τι ἀηδὲς γίγνοιτο περὶ αὐτούς, ἐμπρῆσαι τὸ βουλευτήριον, ἐπεχείρουν τοῖς Ῥωμαίοις αὐτοὶ μετ᾽ ἀπονοίας. οἷα δ᾽ ὑψηλοτέροις ἐπιχειροῦντες ἐκ ταπεινοῦ, συνεχώσθησαν ἀθρόοι, καὶ οἱ φύλακες τὸ βουλευτήριον κατέπησαν, πολλαί τε τῶν γυναικῶν ἑαυτάς τε καὶ τὰ τέκνα διεχρῶντο, αἱ δὲ καὶ ζῶντα ἔτι φέρουσαι ἐς τὸ πῦρ ἐνήλαντο, ὡς ἀπολέσθαι τῶν Μετούλων τήν τε νεότητα πᾶσαν ἐν τῇ μάχῃ καὶ τῶν ἀχρείων τὸ πλέον τῷ πυρί. συγκατεφλέγη δὲ αὐτοῖς καὶ πόλις, καὶ οὐδὲν ἦν ἴχνος μεγίστης ἐκεῖθι γενομένης. Μετούλου δ᾽ ἁλούσης οἱ λοιποὶ τῶν Ἰαπόδων καταπλαγέντες ἑαυτοὺς ἐπέτρεψαν τῷ Καίσαρι. Ἰάποδες μὲν οὖν οἱ πέραν Ἄλπεων τότε πρῶτον Ῥωμαίων ὑπήκουσαν: καὶ αὐτῶν Ποσηνοὺς ἀποχωρήσαντος τοῦ Καίσαρος ἀποστάντας ἐπιπεμφθεὶς αὐτοῖς Μᾶρκος Ἕλουιος εἷλε, καὶ τοὺς μὲν αἰτίους ἔκτεινε, τοὺς δὲ λοιποὺς ἀπέδοτο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: