previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[17] μάλιστα δ᾽ ἠνώχλησαν αὐτὸν Σαλασσοί τε καὶ Ἰάποδες οἱ πέραν Ἄλπεων καὶ Σεγεστανοὶ καὶ Δαλμάται καὶ Δαισιτιᾶται καὶ Παίονες, ὄντες ἑκὰς τοῖς Σαλασσοῖς, οἳ κορυφὰς οἰκοῦσι τῶν Ἄλπεων, ὄρη δύσβατα, καὶ στενὴ δίοδός ἐστιν ἐπ᾽ αὐτὰ καὶ δυσχερής: δι᾽ καὶ ἦσαν αὐτόνομοι, καὶ τέλη τοὺς παροδεύοντας ᾔτουν. τούτοις Οὐέτερ ἐμπεσὼν ἀδοκήτως τὰ στενὰ προύλαβε δι᾽ ἐνέδρας, καὶ ἐπὶ διετὲς αὐτοὺς ἐπολιόρκει. οἱ δὲ ἁλῶν ἀπορίᾳ, ὧν εἰσὶ μάλιστα ἐν χρείᾳ, φρουρὰς ἐδέξαντο. καὶ Οὐέτερος ἀποστάντος τὰς φρουρὰς ἐξέβαλον εὐθύς, καὶ τὰ στενὰ κρατυνάμενοι τοὺς ἐπιπεμπομένους σφίσιν ὑπὸ τοῦ Καίσαρος διέπαιζον, οὐδὲν δρᾶν μέγα ἔχοντας. ὅθεν αὐτοῖς Καῖσαρ, προσδοκωμένου τοῦ πρὸς Ἀντώνιον πολέμου, συνέθετο αὐτονόμους ἐάσειν, καὶ ἀκολάστους τῶν ἐπὶ Οὐέτερι πραχθέντων. οἱ δ᾽ ἅτε ἐν ὑποψίᾳ ταῦτ᾽ ἔχοντες ἅλας πολλοὺς ἐσώρευον, καὶ τὴν Ῥωμαίων κατέθεον, μέχρι Μεσσάλας Κορουῖνος αὐτοῖς ἐπιπεμφθεὶς λιμῷ παρεστήσατο.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
  • Cross-references to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: