previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[22] ἐς δὲ τὴν Σεγεστικὴν γῆν οἱ Ῥωμαῖοι δὶς πρότερον ἐμβαλόντες οὔτε ὅμηρον οὔτε ἄλλο τι εἰλήφεσαν: ὅθεν ἦσαν ἐπὶ φρονήματος οἱ Σεγεστανοί. δὲ Καῖσαρ αὐτοῖς ἐπῄει διὰ τῆς Παιόνων γῆς, οὔπω Ῥωμαίοις οὐδὲ τῆσδε ὑπηκόου γενομένης. ὑλώδης δ᾽ ἐστὶν Παιόνων, καὶ ἐπιμήκης ἐξ Ἰαπόδων ἐπὶ Δαρδάνους. καὶ οὐ πόλεις ᾤκουν οἱ Παίονες οἵδε, ἀλλ᾽ ἀγροὺς κώμας κατὰ συγγένειαν: οὐδ᾽ ἐς βουλευτήρια κοινὰ συνῄεσαν, οὐδ᾽ ἄρχοντες αὐτοῖς ἦσαν ἐπὶ πᾶσιν. οἱ δ᾽ ἐν ἡλικίᾳ μάχης ἐς δέκα μυριάδας συνετέλουν. ἀλλ᾽ οὐδ᾽ οὗτοι συνῄεσαν ἀθρόοι δι᾽ ἀναρχίαν. προσιόντος δ᾽ αὐτοῖς τοῦ Καίσαρος, ἐς τὰς ὕλας ὑποφυγόντες τοὺς ἀποσκιδναμένους τῶν στρατιωτῶν ἀνῄρουν. δὲ Καῖσαρ ἕως μὲν ἤλπιζεν αὐτοὺς ἀφίξεσθαι πρὸς αὑτόν, οὔτε τὰς κώμας οὔτε τοὺς ἀγροὺς ἐλυμαίνετο, οὐκ ἀπαντώντων δὲ πάντα ἐνεπίμπρη καὶ ἔκειρεν ἐπὶ ἡμέρας ὀκτώ, ἐς διῆλθεν ἐς τὴν Σεγεστανῶν, καὶ τήνδε Παιόνων οὖσαν, ἐπὶ τοῦ Σάου ποταμοῦ, ἐν καὶ πόλις ἔστιν ἐχυρά, τῷ τε ποταμῷ καὶ τάφρῳ μεγίστῃ διειλημμένη, διὸ καὶ μάλιστα αὐτῆς ἔχρῃζεν Καῖσαρ, ὡς ταμιείῳ χρησόμενος ἐς τὸν Δακῶν καὶ Βαστερνῶν πόλεμον, οἳ πέραν εἰσὶ τοῦ Ἴστρου, λεγομένου μὲν ἐνταῦθα Δανουβίου, γιγνομένου δὲ μετ᾽ ὀλίγον Ἴστρου. ἐμβάλλει δ᾽ Σάος ἐς τὸν Ἴστρον: καὶ αἱ νῆες ἐν τῷ Σάῳ Καίσαρι ἐγίγνοντο, αἳ ἐς τὸν Δανούβιον αὐτῷ τὴν ἀγορὰν διοίσειν ἔμελλον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), PANNO´NIA
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: