previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[28] νουμηνίᾳ δ᾽ ἔτους ἀρξάμενος ὑπατεύειν, καὶ τὴν ἀρχὴν αὐτῆς ἡμέρας παραδοὺς Αὐτρωνίῳ Παίτῳ, εὐθὺς ἐξέθορεν αὖθις ἐπὶ τοὺς Δαλμάτας, ἄρχων ἔτι τὴν τῶν τριῶν ἀρχήν: δύο γὰρ ἔλειπεν ἔτη τῇ δευτέρᾳ πενταετίᾳ τῆσδε τῆς ἀρχῆς, ἣν ἐπὶ τῇ προτέρᾳ σφίσιν αὐτοῖς ἐψηφίσαντο καὶ δῆμος ἐπεκεκυρώκει. οἱ Δαλμάται δ᾽ ἤδη κάμνοντες ὑπὸ λιμοῦ, τῶν ἔξωθεν ἀγορῶν ἀποκεκλεισμένοι, ἐρχομένῳ τῷ Καίσαρι ὑπήντων καὶ σφᾶς παρέδοσαν σὺν ἱκετηρίᾳ, ὅμηρά τε δόντες ἑπτακοσίους παῖδας, οὓς καὶ Καῖσαρ ᾔτει, καὶ τὰ Ῥωμαϊκὰ σημεῖα τὰ Γαβινίου: τὸν δὲ φόρον τὸν ἀπὸ Γαΐου Καίσαρος ἐκλειφθέντα ἀποδώσειν ὑποστάντες, εὐπειθεῖς ἐς τὸ ἔπειτα ἐγένοντο. τὰ σημεῖα δὲ Καῖσαρ ἀπέθηκεν ἐν τῇ στοᾷ τῇ Ὀκταουία λεγομένῃ. Δαλματῶν δ᾽ ἁλόντων καὶ Δερβανοὶ προσιόντα τὸν Καίσαρα συγγνώμην ᾔτουν σὺν ἱκετηρίᾳ, καὶ ὁμήρους ἔδοσαν, καὶ τοὺς ἐκλειφθέντας φόρους ὑπέστησαν ἀποδώσειν. τῶν δὲ ... οἷς μὲν Καῖσαρ ἐπλησίασε, καὶ ὁμήρους ἐπὶ ταῖς συνθήκαις ἔδοσαν: ὅσοις δ᾽ οὐκ ἐπλησίασε διὰ νόσον, οὔτ᾽ ἔδοσαν οὔτε συνέθεντο. φαίνονται δὲ καὶ οἵδε ὕστερον ὑπαχθέντες.

οὕτω πᾶσαν Καῖσαρ τὴν Ἰλλυρίδα γῆν, ὅση τε ἀφειστήκει Ῥωμαίων, καὶ τὴν οὐ πρότερον ὑπακούσασαν αὐτοῖς, ἐκρατύνατο. καὶ αὐτῷ βουλὴ θρίαμβον Ἰλλυρικὸν ἔδωκε θριαμβεῦσαι, ὃν ἐθριάμβευσεν ὕστερον ἅμα τοῖς κατ Ἀντωνίου.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: