Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
αἰτούντων δ᾽ ἐκείνων τῆς βοηθείας διακόσια τάλαντα μισθόν, οἱ μέν ἄλλοι πάντες οὐκ ἀνασχετὸν ἐποιοῦντο Ῥωμαίους βαρβάροις ἐπικουρίας ὁμολογῆσαι μισθόν, ὁ δὲ Κάτων οὐδὲν ἔφη δεινὸν εἶναι, νικῶντας μέν γὰρ ἀποδώσειν παρὰ1 τῶν πολεμίων, οὐ παρ᾽ αὑτῶν, ἡττωμένων δὲ μήτε τοὺς ἀπαιτουμένους ἔσεσθαι μήτε τοὺς ἀπαιτοῦντας, ταύτην δὲ τὴν μάχην κατὰ κράτος ἐνίκησε,
καὶ τἆλλα προὐχώρει λαμπρῶς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.