Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
καὶ τὸ μὲν πρῶτον, ὡς εἰκός, ὁ λόγος ἐξέπληξε τὸν ἄνθρωπον, πόρρω μὲν γάμου τὸν Κάτωνα, πόρρω δ᾽ αὑτὸν οἰκίας ὑπατικῆς καὶ θριαμβικῶν κηδευμάτων τιθέμενον σπουδῇ δὲ χρώμενον ὁρῶν ἄσμενος ἐδέξατο, καὶ καταβάντες εὐθὺς εἰς ἀγοράν ἐποιοῦντο τὴν ἐγγύην.
πραττομένου δὲ τοῦ γάμου παραλαβὼν τοὺς ἐπιτηδείους ὁ υἱὸς τοῦ Κάτωνος ἠρώτησε τὸν πατέρα, μή τι μεμφόμενος ἢ λελυπημένος ὑπ᾽ αὐτοῦ μητρυιὰν ἐπάγεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.