Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[4]
ἐπίβλημα δὲ τῶν ποικίλων Βαβυλώνιον ἐκ κληρονομίας κτησάμενος εὐθὺς ἀποδόσθαι, τῶν δὲ ἐπαύλεων αὐτοῦ μηδεμίαν εἶναι κεκονιαμένην, οὐδένα δὲ πώποτε πρίασθαι δοῦλον ὑπὲρ τὰς χιλίας δραχμὰς καὶ πεντακοσίας, ὡς ἂν οὐ τρυφερῶν οὐδ᾽ ὡραίων, ἀλλ᾽ ἐργατικῶν καὶ στερεῶν, οἷον ἱπποκόμων καὶ βοηλατῶν, δεόμενος καὶ τούτους δὲ πρεσβυτέρους γενομένους ᾤετο δεῖν ἀποδίδοσθαι καὶ μὴ βόσκειν ἀχρήστους. ὅλως δὲ μηδὲν εὔωνον εἶναι τῶν περιττῶν, ἀλλ᾽ οὗ τις οὐ δεῖται, κἂν ἀσσαρίου πιπράσκηται,
[p. 316]
πολλοῦ νομίζειν: κτᾶσθαι δὲ τὰ σπειρόμενα καὶ νεμόμενα μᾶλλον ἢ τὰ ῥαινόμενα καὶ σαιρόμενα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.