Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[7]
πρὸς δὲ δήμαρχον ἐν διαβολῇ μὲν φαρμακείας γενόμενον, φαῦλον δὲ νόμον εἰσφέροντα καὶ βιαζόμενον ‘ὦ μειράκιον,’ εἶπεν, ‘οὐκ οἶδα, πότερον χεῖρόν ἐστιν ὃ κίρνης πιεῖν ἢ ὃ γράφεις κυρῶσαι.’ Βλασφημούμενος δ᾽ ὑπ᾽ ἀνθρώπου βεβιωκότος ἀσελγῶς καὶ κακῶς ‘ἄνισος,’
εἶπεν, ‘ἡ πρὸς σέ μοι μάχη ἐστί: καὶ γὰρ ἀκούεις τὰ κακὰ ῥᾳδίως καὶ λέγεις εὐχερῶς, ἐμοὶ δὲ καὶ λέγειν ἀηδὲς καὶ ἀκούειν ἄηθες.’ τὸ μὲν οὖν τῶν ἀπομνημονευμάτων γένος τοιοῦτόν ἐστιν:
[p. 330]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.