Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[3]
ταῦτα δὲ καί
λέγων οὕτω καί φρονῶν ὁ Κάτων μονονοὺ βίᾳ προῆγεν εἰς ἀγορὰν τὸν Δομίτιον, καί συνίσταντο πολλοὶ πρὸς αὐτούς, καί τὸ θαυμάζον
οὐκ ὀλίγον ἦν, ‘τί δὴ δευτέρας οὗτοι χρῄζουσιν ὑπατείας; τί δὲ πάλιν μετ᾽ αλλήλων; τί δ᾽ οὐ μεθ᾽ ἑτέρων; πολλοὶ δ᾽ εἰσὶν ἄνδρες ἡμῖν οὐκ ἀνάξιοι δήπου Κράσσῳ καί Πομπηίῳ συνάρχειν.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.