Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φιλάνθρωπος εἶτ᾽ ἐκλιπόντος εὐθὺς ὁ Λεωσθένης ἔλεγε τὴν δύναμιν ἐμπλανωμένην ἑαυτῇ καὶ περιπίπτουσαν ἐοικέναι τῷ Κύκλωπι μετὰ τὴν τύφλωσιν ἐκτείνοντι πανταχοῖ τὰς χεῖρας ἐπ᾽ οὐδένα σκοπὸν φερομένας: οὕτως ἐρρέμβετο κενεμβατοῦν καὶ σφαλλόμενον ὑπ᾽ ἀναρχίας τὸ μέγεθος αὐτῆς. μᾶλλον δ᾽ ὥσπερ τὰ νεκρὰ σώματα, τῆς ψυχῆς ἐκλιπούσης, οὐκέτι συνέστηκεν οὐδὲ συμπέφυκεν, ἀλλ᾽ ἐξίσταται καὶ διαλύεται ἀπ᾽ ἀλλήλων καὶ ἄπεισι καὶ φεύγει: οὕτως ἀφεῖσα τὸν Ἀλέξανδρον ἡ δύναμις