previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἀλλ᾽ ἀφίημι τὰ τῶν βαρβάρων ἀφθονίαν [p. 220] γὰρ αὐτὸς ἐν τοῖς Ἑλληνικοῖς πεποίηκεν. Ἀθηναίους τοίνυν καὶ τοὺς πολλοὺς τῶν ἄλλων Ἰώνων ἐπαισχύνεσθαι τῷ ὀνόματι τούτῳ, μὴ βουλομένους ἀλλὰ φεύγοντας Ἴωνας κεκλῆσθαι, τοὺς δὲ νομίζοντας αὐτῶν γενναιοτάτους εἶναι καὶ ὁρμηθέντας ἀπὸ τοῦ πρυτανηίου τῶν Ἀθηναίων ἐκ βαρβάρων παιδοποιήσασθαι γυναικῶν, πατέρας αὐτῶν καὶ ἄνδρας καὶ παῖδας φονεύσαντας: διὸ τὰς γυναῖκας νόμον θέσθαι καὶ ὅρκους ἐπελάσαι καὶ παραδοῦναι ταῖς θυγατράσι, μήποτε ὁμοσιτῆσαι τοῖς ἀνδράσι μηδ᾽ ὀνομαστὶ βοῆσαι τὸν αὑτῆς ἄνδρα, καὶ τοὺς νῦν ὄντας Μιλησίους ἐξ ἐκείνων γεγονέναι τῶν γυναικῶν ὑπειπὼν δὲ καθαρῶς Ἴωνας γεγονέναι τοὺς Ἀπατούρια ἄγοντας ἑορτὴνἄγουσι δὲ πάντεςφησὶπλὴν Ἐφεσίων καὶ Κολοφωνίων.’ τούτους μὲν οὖν οὕτως ἐκκέκλεικε τῆς εὐγενείας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: