previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

δεύτερον, ὅτῳ κακὸν πρόσεστιν ἄλλως τῇ δ᾽ ἱστορίᾳ μὴ προσῆκον, δὲ συγγραφεὺς ἐπιδράττεται τούτου καὶ παρεμβάλλει τοῖς πράγμασιν οὐδὲν δεομένοις, ἀλλὰ τὴν διήγησιν ἐπεξάγων καὶ κυκλούμενος, ὅπως ἐμπεριλάβῃ ἀτύχημά τινος πρᾶξιν ἄτοπον καὶ οὐ χρηστήν, δῆλός ἐστιν ἡδόμενος τῷ κακολογεῖν. ὅθεν Θουκυδίδης οὐδὲ τῶν Κλέωνος [p. 210] ἁμαρτημάτων ἀφθόνων ὄντων ἐποιήσατο σαφῆ τὴν: διήγησιν: Ὑπερβόλου τε τοῦ δημαγωγοῦ θιγὼν ἑνὶ ῥήματι καὶ μοχθηρὸν ἄνθρωπον προσειπὼν ἀφῆκε Φίλιστος δὲ καὶ Διονυσίου τῶν πρὸς τοὺς βαρβάρους ἀδικιῶν ὅσαι μὴ συνεπλέκοντο τοῖς Ἑλληνικοῖς πράγμασιν, ἁπάσας παρέλιπεν. αἱ γὰρ ἐκβολαὶ καὶ παρατροπαὶ τῆς ἱστορίας μάλιστα τοῖς μύθοις δίδονται καὶ ταῖς ἀρχαιολογίαις, ἔτι δὲ πρὸς τοὺς ἐπαίνους: δὲ παρενθήκην λόγου τὸ βλασφημεῖν καὶ ψέγειν ποιούμενος ἔοικεν εἰς τὴν τραγικὴν ἐμπίπτειν κατάραν
θνητῶν ἐκλέγων τὰς συμφοράς.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: