previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Ἀριστοφάνους δὲ τοῦ Βοιωτοῦ γράψαντος, ὅτι χρήματα μὲν αἰτήσας οὐκ ἔλαβε παρὰ Θηβαίων, ἐπιχειρῶν δὲ τοῖς νέοις διαλέγεσθαι καὶ συσχολάζειν ὑπὸ τῶν ἀρχόντων ἐκωλύθη δι᾽ ἀγροικίαν αὐτῶν καὶ μισολογίαν, ἄλλο μὲν οὐδέν ἐστι τεκμήριον δ᾽ Ἡρόδοτος τῷ Ἀριστοφάνει μεμαρτύρηκε, δι᾽ ὧν τὰ μὲν ψευδῶς, τὰ δὲ διὰ ... , τὰ δὲ ὡς μισῶν καὶ διαφερόμενος τοῖς Θηβαίοις ἐγκέκληκε; Θεσσαλοὺς μὲν γὰρ ὑπ᾽ ἀνάγκης ἀποφαίνεται μηδίσαι τὸ πρῶτον, ἀληθῆ λέγων: καὶ περὶ τῶν ἄλλων Ἑλλήνων μαντευόμενος ὡς προδόντων ἂν Λακεδαιμονίους . ὑπεῖπεν ὡςοὐχ ἑκόντων ἀλλ᾽ ὑπ᾽ ἀνάγκης; ἁλισκομένων κατὰ πόλεις.’ Θηβαίοις δὲ τῆς αὐτῆς ἀνάγκης οὐ δίδωσι τὴν αὐτὴν συγγνώμην, καίτοι πεντακοσίους μὲν εἰς τὰ Τέμπη καὶ Μναμίαν στρατηγὸν ἔπεμψαν, εἰς δὲ Θερμοπύλας ὅσους ᾔτησε Λεωνίδας: οἳ καὶ μόνοι σὺν Θεσπιεῦσι παρέμειναν αὐτῷ, τῶν ἄλλων ἀπολιπόντων μετὰ τὴν κύκλωσιν: ἐπεὶ δὲ τῶν παρόδων κρατήσας , βάρβαρος ἐν τοῖς ὅροις ἦν καὶ Δημάρατος Σπαρτιάτης διὰ ξενίας εὔνους ὢν Ἀτταγίνῳ τῷ προεστῶτι τῆς ὀλιγαρχίας διεπράξατο φίλον βασιλέως γενέσθαι καὶ ξένον, οἱ δ᾽ Ἕλληνες ἐν ταῖς ναυσὶν ἦσαν, πεζῇ δ᾽ οὐδεὶς [p. 237] προσήλαυνεν, οὕτω προσεδέξαντο τὰς διαλύσεις ὑπὸ τῆς μεγάλης ἀνάγκης ἐγκαταληφθέντες. οὔτε γὰρ θάλασσα καὶ νῆες αὐτοῖς παρῆσαν ὡς Ἀθηναίοις, οὔτ᾽ ἀπωτάτω κατῴκουν ὡς Σπαρτιᾶται τῆς Ἑλλάδος ἐν μυχῷ, μιᾶς δ᾽ ἡμέρας ὁδὸν καὶ ἡμισείας ἀπέχοντι τῷ Μήδῳ συστάντες ἐπὶ τῶν στενῶν καὶ διαγωνισάμενοι μετὰ μόνων Σπαρτιατῶν καὶ Θεσπιέων ἠτύχησαν. δὲ συγγραφεὺς οὕτως ἐστὶ δίκαιος, ὥστεΛακεδαιμονίους μὲν μονωθέντας καὶ γενομένους συμμάχων ἐρήμους τυχὸν ἄν φησιν ὁμολογίῃ χρήσασθαι πρὸς ΞέρξεαΘηβαίοις δὲ ταὐτὸ διὰ τὴν αὐτὴν ἀνάγκην παθοῦσι λοιδορεῖται. τὸ δὲ μέγιστον καὶ κάλλιστον ἔργον ἀνελεῖν μὴ δυνηθεὶς ὡς οὐ πραχθὲν αὐτοῖς, αἰτίῃ φαύλῃ καὶ ὑπονοίᾳ διαλυμαινόμενος ταῦτ᾽ ἔγραφενοἱ μέν νυν ξύμμαχοι οἱ ἀποπεμπόμενοι ᾤχοντό τε ἀπιόντες καὶ ἐπείθοντο Λεωνίδῃ Θεσπιέες δὲ καὶ Θηβαῖοι. κατέμειναν μοῦνοι παρὰ Λακεδαιμονίοισι τούτων δὲ Θηβαῖοι μὲν ἀέκοντες ἔμενον καὶ οὐ βουλόμενοι κατεῖχε γάρ σφεας Λεωνίδης ἐν ὁμήρων λόγῳ ποιεύμενος Θεσπιέες δὲ ἑκόντες μάλιστα, οἳ οὐδαμᾶ ἔφασαν ἀπολιπόντες Λεωνίδην καὶ τοὺς μετὰ τούτου ἀπαλλάξεσθαιΕἶτ᾽ οὐ δῆλός ἐστιν ἰδίαν τινὰ πρὸς Θηβαίους ἔχων ὀργὴν καὶ δυσμένειαν, ὑφ᾽ ἧς οὐ [p. 238] μόνον διέβαλε ψευδῶς καὶ ἀδίκως τὴν πόλιν, ἀλλ᾽ οὐδὲ τοῦ : πιθανοῦ τῆς διαβολῆς ἐφρόντισεν, οὐδ᾽ ὅπως αὐτὸς ἑαυτῷ τἀναντία λέγων παρ᾽ ὀλίγους ἀνθρώπους οὐ φανεῖται συνειδώς; προειπὼν γὰρ ὡς Λεωνίδης, ἐπεὶ τ᾽ ᾔσθετο τοὺς συμμάχους ἐόντας ἀπροθύμους καὶ οὐκ ἐθέλοντας: συγκινδυνεύειν, κελεύσαι σφέας ἀπαλλάττεσθαι:’ πάλιν μετ᾽ ὀλίγον λέγει τοὺς Θηβαίους ἄκοντας αὐτὸν κατασχεῖν, οὓς εἰκὸς ἦν ἀπελάσαι καὶ βουλομένους παραμένειν, εἰ μηδίζειν αἰτίαν εἶχον. ὅπου γὰρ οὐκ ἐδεῖτο τῶν μὴ προθύμων, τί χρήσιμον ἦν ἀναμεμίχθαι μαχομένοις ἀνθρώπους ὑπόπτους; οὐ γὰρ δὴ φρένας εἶχε τοιαύτας τῶν Σπαρτιατῶν. βασιλεὺς καὶ τῆς Ἑλλάδος ἡγεμών, ὥστεκατέχειν ἐν ὁμήρων λόγῳτοῖς τριακοσίοις τοὺς τετρακοσίους ὅπλ᾽ ἔχοντας καὶ προσκειμένων ἔμπροσθεν ἤδη καὶ ὄπισθεν ἅμα τῶν πολεμίων καὶ γὰρ εἰ πρότερον ἐν ὁμήρων λόγῳ ποιούμενος ἦγεν αὐτούς, ἒν : γε τοῖς ἐσχάτοις εἰκὸς ἦν καιροῖς ἐκείνους τε Λεωνίδα μηδὲν φροντίσαντας ἀπαλλαγῆναι καὶ Λεωνίδαν δεῖσαι τὴν ὑπ᾽ ἐκείνων μᾶλλον τῶν βαρβάρων κύκλωσιν. ἄνευ δὲ τούτων, πῶς οὐ γελοῖος Λεωνίδας, τοὺς μὲν ἄλλους Ἕλληνας ἀπιέναι κελεύων ὡς αὐτίκα μάλα τεθνηξόμενος, Θηβαίους δὲ κωλύων, [p. 239] ὡς ὑπ᾽ αὐτοῦ φυλάττοιντο τοῖς Ἕλλησιν ἀποθνήσκειν μέλλοντος; εἰ γὰρ ὡς ἀληθῶς ἐν ὁμήρων λόγῳ, μᾶλλον δ᾽ ἀνδραπόδων, περιῆγε τοὺς ἄνδρας, οὐ κατέχειν ὤφειλεν αὐτοὺς μετὰ τῶν ἀπολουμένων, ἀλλὰ παραδοῦναι τοῖς ἀπιοῦσι τῶν Ἑλλήνων. δὲ λοιπὸν ἦν τῶν αἰτίων εἰπεῖνἴσως δὲ ἀπολουμένους κατεῖχεκαὶ τοῦτ᾽ ἀνῄρηκεν συγγραφεύς, οἷς περὶ τῆς φιλοτιμίας τοῦ Λεωνίδου κατὰ λέξιν εἴρηκεταῦτα τε δὴ ἐπιλεγόμενον Λεωνίδην καὶ βουλόμενον καταθέσθαι κλέος μοῦνον Σπαρτιητέων ἀποπέμψαι τοὺς συμμάχους μᾶλλον τῇσι γνώμῃσι διενεχθέντας.’ ὑπερβολὴ γὰρ εὐηθείας ἦν, ἧς ἀπήλαυνε δόξης τοὺς συμμάχους κατέχειν μεθέξοντας τοὺς πολεμίους. ὅτι τοίνυν οὐ διεβέβλητο τοῖς Θηβαίοις Λεωνίδας,: ἀλλὰ καὶ φίλους ἐνόμιζε βεβαίους, ἐκ τῶν πεπραγμένων δῆλόν ἐστι. καὶ γὰρ παρῆλθεν εἰς Θήβας ἄγων τὸ στράτευμα καὶ δεηθεὶς ἔτυχεν οὗ μηδὲ εἷς ἄλλος, ἐν τῷ ἱερῷ κατακοιμηθῆναι τοῦ Ἡρακλέους, καὶ τὴν ὄψιν ἣν εἶδεν ὄναρ ἐξήγγειλε τοῖς Θηβαίοις: ἔδοξε γὰρ ἐν θαλάσσῃ πολὺν ἐχούσῃ καὶ τραχὺν κλύδωνα τὰς ἐπιφανεστάτας καὶ μεγίστας πόλεις τῆς Ἑλλάδος ἀνωμάλως διαφέρεσθαι καὶ σαλεύειν, τὴν δὲ Θηβαίων ὑπερέχειν τε πασῶν καὶ μετέωρον ἀρθῆναι πρὸς τὸν οὐρανὸν εἶτ᾽ ἐξαίφνης [p. 240] ἀφανῆ γενέσθαι καὶ ταῦτα μὲν ἦν ὅμοια: τοῖς ὕστερον χρόνῳ πολλῷ συμπεσοῦσι περὶ τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: