previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δ᾽ Ἀργείους ἅπαντες ἴσασιν οὐκ ἀπειπαμένους τοῖς Ἕλλησι τὴν συμμαχίαν, ἀξιώσαντας ὡς ἂν μὴ Λακεδαιμονίοις, ἐχθίστοις καὶ πολεμιωτάτοις οὖσι, ποιοῦντες ἀεὶ τὸ προστασσόμενον ἕπωνται, καὶ τοῦτ᾽ ἄλλως οὐκ ἦν, αἰτίαν κακοηθεστάτην ὑποβάλλεται, γράφωνἐπεὶ δέ σφεας παραλαμβάνειν τοὺς Ἕλληνας, οὕτω δὴ ἐπισταμένους, ὅτι οὐ μεταδώσουσι τῆς ἀρχῆς; Λακεδαιμόνιοι, μεταιτέειν ἵνα ἐπὶ προφάσεως ἡσυχίαν ἄγωσιτούτων δ᾽ [p. 233] ὕστερον ἀναμνῆσαί φησιν Ἀρταξέρξην ἀναβάντας εἰς Σοῦσα πρέσβεις Ἀργείων, κἀκεῖνον εἰπεῖν ὡςοὐδεμίαν νομίζοι πόλιν Ἄργεος φιλιωτέρην:’ εἶθ᾽ ὑπειπών, ὥσπερ εἴωθε, καὶ ἀναδυόμενοςοὐκ εἰδέναι φησὶ περὶ τούτων ἀτρεκέως, εἰδέναι δ᾽ ὅτι πᾶσιν ἀνθρώποις ἐστὶν ἐγκλήματα καὶ οὐκ Ἀργείοισι αἴσχιστα πεποίηται. ἐγὼ δὲ λέγειν ὀφείλω τὰ λεγόμενα, πείθεσθαί γε μὴν οὐ παντάπασι ὀφείλω, καί μοι τὸ ἔπος τοῦτο ἐχέτω ἐς πάντα τὸν λόγον. ἐπεὶ καὶ ταῦτα λέγεται, ὡς ἄρα Ἀργεῖοι ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα, ἐπειδή σφι πρὸς τοὺς Λακεδαιμονίους κακῶς αἰχμὴ ἑστήκεε, πᾶν δὴ βουλόμενοι σφίσι προεῖναι τῆς παρούσης λύπης.’ ἆρ᾽ οὖν οὐχ, ὅπερ αὐτὸς τὸν Αἰθίοπά φησι πρὸς τὰ μύρα καὶ τὴν πορφύραν εἰπεῖν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ εἵματα τῶν Περσέων ἐστί, τοῦτ̓ ἄν τις εἴποι πρὸς αὐτόν, ὡς δολερὰ μὲν τὰ ῥήματα δολερὰ δὲ τὰ σχήματα τῶν Ἡροδότου λόγων
ἑλικτὰ κοὐδὲν ὑγιὲς ἀλλὰ πᾶν πέριξ,
ὥσπερ οἱ ζῳγράφοι τὰ λαμπρὰ τῇ σκιᾷ τρανότερα ποιοῦσιν, οὕτω ταῖς ἀρνήσεσι τὰς διαβολὰς ἐπιτείνοντος αὐτοῦ καὶ τὰς ὑπονοίας ταῖς ἀμφιβολίαις βαθυτέρας ποιοῦντος; Ἀργεῖοι δ᾽ ὅτι μὲν οὐ [p. 234] συναράμενοι τοῖς Ἕλλησιν, ἀλλὰ διὰ τὴν ἡγεμονίαν καὶ τῆς ἀρετῆς Λακεδαιμονίοις ἐκστάντες, κατῄσχυναν τὸν Ἡρακλέα καὶ τὴν εὐγένειαν, οὐδ᾽ ἔστιν ἀντειπεῖν, ὑπὸ Σιφνίοις γὰρ ἦν καὶ Κυθνίοις ἄμεινον ἐλευθεροῦν τεὺς Ἕλληνας Σπαρτιάταις φιλονεικοῦντας ὑπὲρ ἀρχῆς ἐγκαταλιπεῖν τοσούτους καὶ τοιούτους ἀγῶνας. εἰ δ᾽ αὐτοὶ ἦσαν οἱ ἐπικαλεσάμενοι τὸν Πέρσην ἐπὶ τὴν Ἑλλάδα διὰ τὴν κακῶς ἑστῶσαν αὐτοῖς αἰχμὴν πρὸς Λακεδαιμονίους, πῶς οὐκ ἐμήδιζον ἀναφανδὸν ἥκοντος οὐδ̓, εἰ μὴ συστρατεύειν ἐβούλοντο βασιλεῖ, τὴν γοῦν Λακωνικὴν ὑπολειπόμενοι κακῶς ἐποίουν, Θυρέας ἣπτοντο πάλιν τρόπον ἄλλον ἀντελαμβάνοντο καὶ παρηνώχλουν Λακεδαιμονίοις, μέγα βλάψαι δυνάμενοι τοὺς Ἕλληνας, εἰ μὴ παρῆκαν εἰς Πλαταιὰς ἐκείνους ἐκστρατεῦσαι τοσούτοις ὁπλίταις;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: