previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τεσσάρων δ᾽ ἀγώνων τότε πρὸς τοὺς βαρβάρους γενομένων, ἐκ μὲν Ἀρτεμισίου τοὺς Ἕλληνας ἀποδρᾶναί φησιν: ἐν δὲ Θερμοπύλαις, τοῦ στρατηγοῦ, καὶ βασιλέως προκινδυνεύοντος, οἰκουρεῖν καὶ ἀμελεῖν Ὀλύμπια καὶ Κάρνεια πανηγυρίζοντας: τὰ δ᾽ ἐν Σαλαμῖνι διηγούμενος τοσούτους περὶ Ἀρτεμισίας λόγους γέγραφεν, ὅσοις ὅλην τὴν ναυμαχίαν οὐκ ἀπήγγελκε τέλος δέ, καθημένους ἐν Πλαταιαῖς ἀγνοῆσαι μέχρι τέλους τὸν ἀγῶνα τοὺς Ἕλληνας, ὥσπερ βατραχομυομαχίας γινομένης, ἣν Πίγρης Ἀρτεμισίας ἐν ἔπεσι παίζων καὶ φλυαρῶν ἔγραψε, σιωπῇ διαγωνίσασθαι συνθεμένων, ἵνα [p. 262] λάθωσι τοὺς ἄλλους, : αὐτοὺς δὲ Λακεδαιμονίους ἀνδρείᾳ μὲν οὐδὲν κρείττονας γενέσθαι τῶν βαρβάρων, ἀνόπλοις δὲ καὶ γυμνοῖς μαχομένους κρατῆσαι. Ξέρξου μὲν γὰρ αὐτοῦ παρόντος, ὑπὸ μαστίγων μόλις ὄπισθεν ὠθούμενοι προσεφέροντο τοῖς Ἕλλησιν, ἐν δὲ Πλαταιαῖς, ὡς ἔοικεν, ἑτέρας ψυχὰς μεταλαβόντεςλήματι μὲν καὶ ῥώμῃ οὐκ ἥσσονες ἦσαν: δὲ ἐσθής, ἔρημος ἐοῦσα ὅπλων, πλεῖστον ἐδηλήσατό σφεας πρὸς γὰρ ὁπλίτας ἐόντες γυμνῆτες ἀγῶνα ἐποιέοντοτί οὖν περίεστιν ἔνδοξον μέγα τοῖς Ἕλλησιν ἀπ᾽ ἐκείνων τῶν ἀγώνων, εἰ Λακεδαιμόνιοι μὲν ἀόπλοις ἐμάχοντο, τοὺς δ᾽ ἄλλους μάχη παρόντας ἔλαθε, κενὰ δὲ πολυάνδρια τιμώμενα τοῖς ἑκάστου, ψευδῶν δὲ γραμμάτων μεστοὶ τρίποδες ἑστᾶσι καὶ βωμοὶ παρὰ τοῖς θεοῖς, μόνος δὲ τἀληθὲς Ἡρόδοτος ἔγνω, τοὺς δ᾽ ἄλλους ἅπαντας ἀνθρώπους, ὅσοι λόγον Ἑλλήνων ἔχουσιν, ἐξηπάτηκεν φήμη τῶν τότε κατορθωμάτων, ὡς ὑπερφυῶν γενομένων; τί δῆτα; γραφικὸς ἁνήρ, καὶ ἡδὺς λόγος, καὶ χάρις ἔπεστι καὶ δεινότης καὶ ὥρα τοῖς διηγήμασι μῦθον δ᾽ ὡς ὅτ᾽ ἀοιδός, ἐπισταμένως μὲν οὒ λιγυρῶς δὲ καὶ γλαφυρῶς ἠγόρευκεν. ἀμέλει [p. 263] ταῦτα καὶ κηλεῖ καὶ προσάγεται πάντας, ἀλλ᾽ ὥσπερ ἐν ῥόδοις δεῖ κανθαρίδα φυλάττεσθαι τὴν βλασφημίαν αὐτοῦ καὶ κακολογίαν, λείοις καὶ ἁπαλοῖς σχήμασιν ὑποδεδυκυῖαν, ἵνα μὴ λάθωμεν ἀτόπους καὶ ψευδεῖς περὶ τῶν ἀρίστων καὶ μεγίστων, τῆς Ἑλλάδος πόλεων καὶ ἀνδρῶν δόξας λαβόντες.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Goodwin, 1874)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: