previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


τὸ γὰρ λέγειν ὡς ἔστι ποτὲ ἄνθρωπος ἄνευ πυρὸς οὐδ᾽ ὅλως δύναται γενέσθαι ἄνθρωπος. διαφοραὶ δ᾽ εἰσὶν ἐν γένει καθάπερ καὶ ἐν ἄλλοις. καὶ τὴν θάλατταν θερμότης ὠφελιμωτέραν ἐποίησεν, ὡς μᾶλλον καταθερῆ τῶν ὑδάτων, ἐπεὶ κατ᾽ αὑτό γε τῶν λοιπῶν οὐδὲν διέφερε. καὶ οἱ μὴ προσδεόμενοι δὲ τοῦ ἔξωθεν πυρὸς οὐχ ὡς ἀπροσδεεῖς τοῦτο πάσχουσιν, ἀλλὰ περιουσίᾳ καὶ πλεονασμῷ τοῦ ἐν αὑτοῖς θερμοῦ: ὥστε καὶ κατὰ [p. 9] τοῦθ᾽ ὑπερέχειν τὴν τοῦ πυρὸς χρείαν, ὡς εἰκός. τὸ μὲν ὕδωρ οὐδέποτε τοιοῦτον, ὥστε μὴ δεῖσθαι τῶν ἐκτός, τὸ δὲ πῦρ ὑπ᾽ ἀρετῆς πολλῆς καὶ αὔταρκες, ὡς οὖν στρατηγὸς ἀμείνων παρασκευάσας τὴν πόλιν μὴ δεῖσθαι τῶν ἔξωθεν συμμάχων, οὕτω καὶ στοιχεῖον τὸ τῆς ἔξωθεν ἐπικουρίας παρέχον πολλάκις μὴ δεόμενον ὑπερέχον. τοῦτο ῥητέον καὶ περὶ τῶν ἄλλων ζῴων, ὅσα μὴ πυρὸς δεῖται. καίτοι γ᾽ εἰς τοὐναντίον λάβοι τις ἄν, τὸ χρησιμώτερον εἶναι τοῦτο, χρώμεθα μόνοι οἱ καὶ μάλιστα τὸ βέλτιον ἐκ λογισμοῦ λαβεῖν δυνάμενοι: ἐπεὶ τί λόγου χρησιμώτερον μᾶλλον ἀνθρώποις λυσιτελέστερον; ἀλλ᾽ οὐ πάρεστι τοῖς ἀλόγοις. τί οὖν; διὰ τοῦθ᾽ ἧττον ὠφέλιμον ἐκ τῆς προνοίας τοῦ βελτίονος εὑρεθέν;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: