This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
καὶ τί μικρολογοῦμαι τὴν τῶν ἀνθρώπων ἐπερχόμενος φύσιν; πολλῶν γὰρ ὄντων, μᾶλλον δ᾽ ἀπείρων γενῶν, τὸ τῶν ἀνθρώπων σχεδὸν μόνον οἶδε πυρὸς χρῆσιν, τὰ δὲ λοιπὰ ἀπύροις χρῆται διαίταις καὶ τροφαῖς, καὶ βίος αὐτοῖς: νεμομένοις, ἱπταμένοις, ἕρπουσιν, ἀπὸ ῥιζῶν καὶ καρπῶν καὶ σαρκῶν ἄνευ πυρός: ὕδατος δὲ χωρὶς οὐκ ἔναλον οὐδὲ χερσαῖον οὐκ αἰθέριον καὶ γὰρ τὰ σαρκο βόρα τῶν ζῴων, ὧν ἔνιά φησι μὴ πίνειν Ἀριστοτέλης , τῷ γ᾽ ἐντὸς ὑγρῷ χρώμενα διαζῇ. τοῦτ᾽ οὖν χρησιμώτερον, οὗ μηδεμία ζωῆς φύσις ἄνευ ἵσταται καὶ διαμένει.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.