This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔτι μήν, ὃ πολλαπλασιαζόμενον τὴν ὠφέλειαν ἀπόλλυσιν, ἀχρηστότερον τοιοῦτον δὲ τὸ πῦρ, οἷον θηρίον παμφάγον καὶ δάπανον τῶν παρακειμένων, καὶ μεθόδῳ καὶ τέχνῃ μᾶλλον καὶ μετριότητι ἢ τῇ αὑτοῦ φύσει ὠφέλιμον: τὸ δ᾽ ὕδωρ οὐδέποτε φοβερόν. καὶ μὴν δυεῖν τὸ μετὰ τοῦ ἑτέρου χρησιμώτερον πῦρ μὲν οὖν οὐκ ἐπιδέχεται τὸ ὑγρὸν οὐδὲ τῇ δι᾽ αὐτοῦ κοινωνίᾳ χρήσιμον, ὕδωρ δ᾽ ἐστὶ μετὰ πυρὸς; ὠφέλιμον τὰ γοῦν θερμὰ τῶν ὑδάτων ἀκέσιμα καὶ πρὸς θεραπείαν εὐαίσθητα. καὶ πῦρ μὲν ὑγρὸν οὐκ ἄν τις εὕροι, ὕδωρ, δ᾽ ὡς ψυχρὸν οὕτω καὶ θερμὸν ὠφέλιμον ἀνθρώπῳ. [p. 5]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.