previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ μήν, τεττάρων ὄντων τῶν στοιχείων, τὸ ὕδωρ ἐξ ἑαυτοῦ πέμπτον, ὡς ἄν τις εἴποι, πεποίηκε στοιχεῖον τὴν θάλασσαν, οὐδὲν ἧττον ἐκείνων ὠφέλιμον τῶν τ᾽ ἄλλων ἕνεκεν καὶ μάλιστα τῆς ἐπιμιξίας: ἄγριον οὖν ἡμῶν ὄντα καὶ ἀσύμβολον τὸν βίον τοῦτο τὸ στοιχεῖον συνῆψε καὶ τέλειον ἐποίησε, διορθούμενον ταῖς παρ᾽ ἀλλήλων ἐπικουρίαις καὶ ἀντιδόσεσι, κοινωνίαν δ᾽ ἐργαζόμενον καὶ φιλίαν. Ἡράκλειτος μὲν οὖνεἰ μὴ ἥλιοςφησὶνἦν, εὐφρόνη ἂν ἦνἔστι δ᾽ εἰπεῖν, ὡς, εἰ μὴ θάλαττα ἦν, πάντων ἂν ἀγριώτατον ζῷον κἀνδεέστατον ἄνθρωπος ἦν. νυνὶ δὲ τοῦτο μὲν παρ᾽ Ἰνδῶν ἄμπελον τοῖς Ἕλλησιν, ἐκ δὲ τῆς Ἑλλάδος καρπῶν χρῆσιν τοῖς ἐπέκεινα τῆς θαλάσσης ἔδωκεν, ἐκ Φοινίκης δὲ γράμματα μνημόσυνα λήθης ἐκόμισεν, ἄοινον δὲ καὶ ἄκαρπον καὶ ἀπαίδευτον ἐκώλυσεν εἶναι τὸ πλεῖστον ἀνθρώπων γένος. πῶς οὖν οὐ χρησιμώτερον ὕδωρ στοιχείῳ περιττεῦον;

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: