This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐπεὶ δὲ κατὰ τοῦτο τοῦ λόγου γεγόναμεν, τί τέχνης τῷ βίῳ λυσιτελέστερον; τέχνης δὲ πάσας καὶ ἀνεῦρε τὸ πῦρ καὶ σῴζει διὸ καὶ τὸν Ἥφαιστον ἀρχηγὸν αὐτῶν ποιοῦσι. καὶ μὴν ὀλίγου χρόνου καὶ βίου τοῖς ἀνθρώποις δεδομένου, ὁ μὲν Ἀρίστων φησὶν ὅτι ὁ ὕπνος οἷον τελώνης τὸ ἣμισυ ἀφαιρεῖ τούτου: ἐγὼ δ᾽ ἂν εἴποιμι διόπερ σκότος ἐγρήγορεν ἀεὶ διὰ νυκτός, ἀλλ᾽ οὐδὲν ὄφελος ἀπὸ τῆς ἐγρηγόρσεως, εἰ μὴ τὸ πῦρ τὰ τῆς ἡμέρας ἡμῖν παρεῖχεν ἀγαθά, καὶ τὴν ἡμέρας καὶ νυκτὸς ἐξῄρει διαφοράν. εἰ τοίνυν τοῦ ζῆν οὐδὲν ἀνθρώποις λυσιτελέστερον [p. 10] καὶ τοῦτο πολλαπλασιάζει τὸ πῦρ, πῶς οὐκ καὶ εἴη πάντων ὠφελιμώτατον;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.