previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] τοῦτο μὲν ἄλλως ἐπινοήσωμεν. σὺ δέ, θαυμάσιεφὴς γὰρ καὶ μάντις εἶναι καὶ μισθοὺς οὐκ ὀλίγους ἐπὶ τῷ τοιούτῳ ἐξέλεξας ἄχρι τοῦ καὶ πλίνθους χρυσᾶς ποτε εἰληφέναιτί οὐκ ἐπεδείξω ἡμῖν κατὰ καιρὸν τὴν τέχνην προειπὼν ὁπότερος [p. 132] τῶν σοφιστῶν κρατήσει λέγων ; οἶσθα γάρ που τὸ ἀποβησόμενον μάντις ὤν.

Ἀπόλλων
πῶς, Μῶμε, δυνατὸν ποιεῖν ταῦτα μήτε τρίποδος ἡμῖνπαρόντος μήτε θυμιαμάτων πηγῆς μαντικῆς οἵα Κασταλία ἐστίν;

Μῶμος
ὁρᾷς; ἀποδιδράσκεις τὸν ἔλεγχον ἐν στενῷ ἐχόμενος.

Ζεύς
ὅμως, τέκνον, εἰπὲ καὶ μὴ παράσχῃς τῷ συκοφάντῃ τούτῳ ἀφορμὰς διαβάλλειν καὶ χλευάζειν τὰ σὰ ὡς ἐπὶ τρίποδι καὶ ὕδατι καὶ λιβανωτῷ κείμενα, ὡς, εἰ μὴ ἔχοις ταῦτα, στερησόμενόν σε τῆς τέχνης.

Ἀπόλλων
ἄμεινον μὲν ἦν, πάτερ, ἐν Δελφοῖς Κολοφῶνι τὰ τοιαῦτα ποιεῖν, ἁπάντων μοι τῶν χρησίμων παρόντων, ὡς ἔθος. ὅμως δὲ καὶ οὕτω γυμνὸς ἐκείνων καὶ ἄσκευος πειράσομαι προειπεῖν ὁποτέρου τὸ κράτος ἔσται: ἀνέξεσθε δέ, εἰ μὴ ἔμμετρα λέγοιμι.

Μῶμος
λέγε μόνον, σαφῆ δέ, Ἄπολλον, καὶ οὐ συνηγόρου καὶ αὐτὰ ἑρμηνέως δεόμενα; καὶ γὰρ οὐκ ἄρνεια κρέα καὶ χελώνη νῦν ἐν Λυδίᾳ συνέψεται: ἀλλὰ οἶσθα περὶ ὅτου σκέψις.

Ζεύς
τι ποτε ἐρεῖς, τέκνον; ὡς τά γε πρὸ τοῦ χρησμοῦ ταῦτα ἤδη φοβερά: χρόα τετραμμένη, οἱ ὀφθαλμοὶ περιφερεῖς, κόμη ἀνασοβουμένη, κίνημα [p. 134] κορυβαντῶδες, καὶ ὅλως κατόχιμα πάντα καὶ φρικώδη καὶ μυστικά.

Ἀπόλλων

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: