previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[31] κέκλυτε μαντιπόλου τόδε θέσφατον Ἀπόλλωνος ἀμφ᾽ ἔριδος κρυερῆς, τὴν ἀνέρες ἐστήσαντο ὀξυβόαι, μύθοισι κορυσσόμενοι πυκινοῖσι. πολλὰ γὰρ ἔνθα καὶ ἔνθα μόθου ἑτεραλκέϊ κλωγμῷ ταρφέος ἄκρα κόρυμβα καταπλήσσουσιν ἐχέτλης. ἀλλ᾽ ὅταν αἰγυπιὸς γαμψώνυχος ἀκρίδα μάρψῃ, δὴ τότε λοίσθιον ὀμβροφόροι κλάγξουσι κορῶναι. νίκη δ᾽ ἡμιόνων, δ᾽ ὄνος θοὰ τέκνα κορύψει.

Ζεύς
τί τοῦτο ἀνεκάγχασας, Μῶμε; καὶ μὴν οὐ γελοῖα τὰ ἐν ποσί: παῦσαι κακόδαιμον, ἀποπνιγήσῃ ὑπὸ τοῦ γέλωτος.

Μῶμος
καὶ πῶς δυνατόν, Ζεῦ, ἐφ᾽ οὕτω σαφεῖ καὶ προδήλῳ τῷ χρησμῷ;

Ζεύς
οὐκοῦν καὶ ἡμῖν ἤδη ἑρμηνεύοις ἂν αὐτὸν τι καὶ λέγει.

Μῶμος
πάνυ πρόδηλα, ὥστε οὐδὲν ἡμῖν Θεμιστοκλέους δεήσει: φησὶ γὰρ τὸ λόγιον οὑτωσὶ διαρρήδην [p. 136] γόητα μὲν εἶναι τοῦτον, ὑμᾶς δὲ ὄνους κανθηλίους νὴ Δία καὶ ἡμιόνους, τοὺς πιστεύοντας αὐτῷ, οὐδ᾽ ὅσον αἱ ἀκρίδες τὸν νοῦν ἔχοντας.

Ἡρακλῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (10 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: