previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[51] οὐκοῦν ἐπεὶ τῆς νεὼς τὸ παράδειγμα, οὐ πάνυ σοι ἰσχυρὸν ἔδοξεν εἶναι, ἄκουσον ἤδη τὴν ἱεράν, φασίν, ἄγκυραν καὶ ἣν οὐδεμιᾷ μηχανῇ ἀπορρήξεις.

Ζεύς
τί ποτε ἄρα καὶ ἐρεῖ; [p. 166]

Τιμοκλῆς
ἴδοις γὰρ εἰ ἀκόλουθα ταῦτα συλλογίζομαι, καὶ εἴ πη αὐτὰ δυνατόν σοι περιτρέψαι. εἰ γὰρ εἰσὶ βωμοί, εἰσὶ καὶ θεοί: ἀλλὰ μὴν εἰσὶ βωμοί, εἰσὶν ἄρα καὶ θεοί:. τί πρὸς ταῦτα φής;

Δάμις
ἢν πρότερον γελάσω ἐς κόρον, ἀποκρινοῦμαί σοι.

Τιμοκλῆς
ἀλλὰ ἔοικας οὐδὲ παύσεσθαι γελῶν εἰπὲ δὲ ὅμως ὅπη σοι γελοῖον ἔδοξε τὸ εἰρημένον εἶναι.

Δάμις
ὅτι οὐκ αἰσθάνῃ ἀπὸ λεπτῆς κρόκης ἐξαψάμενός σου τὴν ἄγκυραν, καὶ ταῦτα ἱερὰν οὖσαν: τὸ γὰρ εἶναι θεοὺς τῷ βωμοὺς εἶναι συνδήσας ἰσχυρὸν οἴει ποιήσασθαι ἀπ᾽ αὐτῶν τὸν ὅρμον. ὥστε ἐπεὶ μηδὲν ἄλλο τούτου φὴς ἔχειν εἰπεῖν ἱερώτερον, ἀπίωμεν ἤδη.

Τιμοκλῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: