previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[7] εὖ γε, Ἑρμῆ, ἄριστα κεκήρυκταί σοι, καὶ συνίασι γὰρ ἤδη: ὥστε παραλαμβάνων κάθιζε αὐτοὺς κατὰ τὴν ἀξίαν ἕκαστον, ὡς ἂν ὕλης τέχνης ἔχῃ, ἐν προεδρίᾳ μὲν τοὺς χρυσοῦς, εἶτα ἐπὶ τούτοις τοὺς ἀργυροῦς, εἶτα ἑξῆς ὁπόσοι ἐλεφάντινοι, εἶτα τοὺς χαλκοῦς λιθίνους, καὶ ἐν αὐτοῖς τούτοις οἱ Φειδίου μὲν Ἀλκαμένους Μύρωνος Εὐφράνορος τῶν ὁμοίων τεχνιτῶν ποοτετιμήσθων, οἱ συρφετώδεις δὲ οὗτοι καὶ [p. 102] ἄτεχνοι πόρρω που συνωσθέντες σιωπῇ ἀναπληρούντων μόνον τὴν ἐκκλησίαν.

Ἑρμῆς
ἔσται ταῦτα καὶ καθεδοῦνται ὡς προσήκει. ἀλλ᾽ ἐκεῖνο οὐ χεῖρον εἰδέναι, ἤν τις αὐτῶν χρυσοῦς μὲν καὶ πολυτάλαντος τὴν ὁλκήν, οὐκ ἀκριβὴς δὲ τὴν ἐργασίαν, ἀλλὰ κομιδῇ ἰδιωτικὸς καὶ ἀσύμμετρος, πρὸ τῶν χαλκῶν τῶν Μύρωνος καὶ Πολυκλείτου καὶ τῶν Φειδίου καὶ Ἀλκαμένους λιθίνων ^ καθεδεῖται προτιμοτέραν χρὴ νομίζειν εἶναι τὴν τέχνην;

Ζεύς
ἐχρῆν μὲν οὕτως, ἀλλ᾽ χρυσὸς ὅμως προτιμητέος.

Ἑρμῆς
μανθάνω: πλουτίνδην κελεύεις ἀλλὰ μὴ ἀριστίνδην καθίζειν, καὶ ἀπὸ τιμημάτων ἥκετ᾽ οὖν

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: