previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[6] οὐκοῦν ἤδη κήρυττε καὶ παρέστωσαν ἅπαντες: ὀρθῶς γὰρ λέγεις.

Ἑρμῆς
ἰδοὺ δὴ εἰς ἐκκλησίαν συνέλθετε οἱ θεοί: μη μέλλετε, συνέλθετε πάντες, ἥκετε, περὶ μεγάλων ἐκκλησιάσομεν.

Ζεύς
οὕτω ψιλά, Ἑρμῆ, καὶ ἁπλοϊκὰ καὶ πεζὰ κηρύττεις, καὶ ταῦτα ἐπὶ τοῖς μεγίστοις συγκαλῶν;

Ἑρμῆς
ἀλλὰ πῶς γάρ, Ζεῦ, ἀξιοῖς;

Ζεύς
ὅπως ἀξιῶ; ἀποσέμνυνε, φημί, τὸ κήρυγμα μέτροις τισὶ καὶ μεγαλοφωνίᾳ ποιητικῇ, ὡς μᾶλλον συνέλθοιεν.

Ἑρμῆς
. ναί. ἀλλ᾽ ἐποποιῶν, Ζεῦ, καὶ ῥαψῳδῶν τὰ τοιαῦτα, ἐγὼ δὲ ἥκιστα ποιητικός εἰμι: ὥστε διαφθερῶ τὸ κήρυγμα ὑπέρμετρα ἐνδεᾶ συνείρων, καὶ γέλως ἔσται παρ᾽ αὐτοῖς ἐπὶ τῇ ἀμουσίᾳ τῶν ἐπῶν ὁρῶ γοῦν καὶ τὸν Ἀπόλλω γελώμενον ἐπ᾽ ἐνίοις τῶν χρησμῶν, καίτοι ἐπικρυπτούσης [p. 100] τὰ πολλὰ τῆς ἀσαφείας, ὡς μὴ πάνυ σχολὴν ἄγειν τοὺς ἀκούοντας ἐξετάζειν τὰ μέτρα.

Ζεύς
οὐκοῦν, Ἑρμῆ, τῶν Ὁμήρου ἐπῶν ἐγκαταμίγνυε τὰ πολλὰ τῷ κηρύγματι, οἷς ^ ἐκεῖνος ἡμᾶς συνεκάλει: μεμνῆσθαι δέ σε εἰκός.

Ἑρμῆς
οὐ πάνυ μὲν οὕτω σαφῶς καὶ προχείρως: πειράσομαι δὲ ὅμως. μήτε τις οὖν θήλεια θεὸς . μήτε τις ἄρσην, μηδ᾽ αὖ τῶν ^ ποταμῶν μενέτω νόσφ᾽ Ὠκεανοῖο μηδέ τε νυμφάων, ἀλλ᾽ ἐς Διὸς ἔλθετε πάντες εἰς ἀγορήν, ὅσσοι τε κλυτὰς δαίνυσθ᾽ ἑκατόμβας, ὅσσοι τ᾽ αὖ μέσατοι ὕστατοι μάλα πάγχυ νώνυμνοι βωμοῖσι παρ᾽ ἀκνίσοισι κάθησθε.

Ζεύς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: