meleager
Πωλείσθω, καὶ ματρὸς ἔτ᾽ ἐν κόλποισι καθεύδων,
πωλείσθω. τί δέ μοι τὸ θρασὺ τοῦτο τρέφειν;
καὶ γὰρ σιμὸν ἔφυ καὶ ὑπόπτερον, ἄκρα δ᾽ ὄνυξιν
κνίζει, καὶ κλαῖον πολλὰ μεταξὺ γελᾷ:
πρὸς δ᾽ ἔτι λοιπὸν ἄθρεπτον, ἀείλαλον, ὀξὺ δεδορκός,
ἄγριον, οὐδ᾽ αὐτῇ μητρὶ φίλῃ τιθασὸν
πάντα τέρας, τοιγὰρ πεπράσεται. εἴ τις ἀπόπλους
ἔμπορος ὠνεῖσθαι παῖδα θέλει, προσίτω.
καίτοι λίσσετ᾽, ἰδού, δεδακρυμένος. οὒ ς1᾽ ἔτι πωλῶ:
θάρσει: Ζηνοφίλᾳ σύντροφος ὧδε μένε,