previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἐν τούτῳ δὲ ἀφίκοντο παρὰ Ἀλέξανδρον τῶν Μαλλῶν τῶν ὑπολειπομένων πρέσβεις ἐνδιδόντες τὸ ἔθνος, καὶ παρὰ Ὀξυδρακῶν οἵ τε ἡγεμόνες τῶν πόλεων καὶ οἱ νομάρχαι αὐτοὶ καὶ ἄλλοι ἅμα τούτοις ἑκατὸν καὶ πεντήκοντα οἱ γνωριμώτατοι αὐτοκράτορες περὶ σπονδῶν δῶρά τε ὅσα μέγιστα παρ᾽ Ἰνδοῖς κομίζοντες καὶ τὸ ἔθνος καὶ οὗτοι ἐνδιδόντες. [2] συγγνωστὰ δὲ ἁμαρτεῖν ἔφασαν οὐ πάλαι παρ᾽ αὐτὸν πρεσβευσάμενοι: ἐπιθυμεῖν γάρ, ὥσπερ τινὲς ἄλλοι, ἔτι μᾶλλον αὐτοὶ ἐλευθερίας τε καὶ αὐτόνομοι εἶναι, ἥντινα ἐλευθερίαν ἐξ ὅτου Διόνυσος ἐς Ἰνδοὺς ἧκε σώαν σφίσιν [p. 263] εἶναι ἐς Ἀλέξανδρον: εἰ δὲ Ἀλεξάνδρῳ δοκοῦν ἐστιν, ὅτι καὶ Ἀλέξανδρον ἀπὸ θεοῦ γενέσθαι λόγος κατέχει, σατράπην τε ἀναδέξεσθαι, ὅντινα τάττοι Ἀλέξανδρος, καὶ φόρους ἀποίσειν τοὺς Ἀλεξάνδρῳ δόξαντας: διδόναι δὲ καὶ ὁμήρους ἐθέλειν ὅσους ἂν αἰτῇ Ἀλέξανδρος. [3] δὲ χιλίους ᾔτησε τοὺς κρατιστεύοντας τοῦ ἔθνους, οὕς, εἰ μὲν βούλοιτο, ἀντὶ ὁμήρων καθέξειν, εἰ δὲ μή, ξυστρατεύοντας ἕξειν ἔστ᾽ ἂν διαπολεμηθῇ αὐτῷ πρὸς τοὺς ἄλλους Ἰνδούς. οἱ δὲ τούς τε χιλίους ἔπεμψαν, τοὺς κρατίστους καὶ μεγίστους σφῶν ἐπιλεξάμενοι, καὶ ἅρματα πεντακόσια οὐκ αἰτηθέντες καὶ τοὺς ἀμβάτας τῶν ἁρμάτων. Ἀλέξανδρος δὲ σατράπην μὲν τούτοις τε καὶ τῶν Μαλλῶν τοῖς ἔτι σωζομένοις ἐπέταξε Φίλιππον: τοὺς ὁμήρους δὲ αὐτοῖς ἀφῆκεν, τὰ δὲ ἅρματα ἔλαβεν. [4] ὡς δὲ ταῦτα αὐτῷ κεκόσμητο καὶ πλοῖα ἐπὶ τῇ διατριβῇ τῇ ἐκ τοῦ τραύματος πολλὰ προσενεναυπήγητο, ἀναβιβάσας ἐς τὰς ναῦς τῶν μὲν ἑταίρων ἱππέας ἑπτακοσίους καὶ χιλίους, τῶν ψιλῶν δὲ ὅσουσπερ καὶ πρότερον, πεζοὺς δὲ ἐς μυρίους, ὀλίγον μέν τι τῷ Ὑδραώτῃ ποταμῷ κατέπλευσεν, ὡς δὲ συνέμιξεν Ὑδραώτης τῷ Ἀκεσίνῃ, ὅτι Ἀκεσίνης κρατεῖ τοῦ Ὑδραώτου [ἐν] τῇ ἐπωνυμίᾳ, κατὰ τὸν Ἀκεσίνην αὖ ἔπλει, ἔστε ἐπὶ τὴν ξυμβολὴν τοῦ Ἀκεσίνου καὶ τοῦ Ἰνδοῦ ἧκεν. [5] τέσσαρες γὰρ οὗτοι μεγάλοι ποταμοὶ καὶ ναυσίποροι οἱ τέσσαρες εἰς τὸν Ἰνδὸν ποταμὸν τὸ ὕδωρ ξυμβάλλουσιν, οὐ ξὺν τῇ σφετέρᾳ ἕκαστος ἐπωνυμίᾳ, ἀλλὰ Ὑδάσπης μὲν ἐς τὸν Ἀκεσίνην ἐμβάλλει, ἐμβαλὼν δὲ τὸ πᾶν ὕδωρ Ἀκεσίνην παρέχεται καλούμενον: αὖθις δὲ Ἀκεσίνης οὗτος ξυμβάλλει τῷ Ὑδραώτῃ, καὶ παραλαβὼν τοῦτον ἔτι Ἀκεσίνης ἐστί: [p. 264] καὶ τὸν Ὕφασιν ἐπὶ τούτῳ Ἀκεσίνης παραλαβὼν τῷ αὑτοῦ δὴ ὀνόματι ἐς τὸν Ἰνδὸν ἐμβάλλει: ξυμβαλὼν δὲ ξυγχωρεῖ δὴ τῷ Ἰνδῷ. ἔνθεν δὴ Ἰνδὸς πρὶν ἐς τὸ Δέλτα σχισθῆναι οὐκ ἀπιστῶ ὅτι καὶ ἐς ἑκατὸν σταδίους ἔρχεται καὶ ὑπὲρ τοὺς ἑκατὸν τυχὸν, ἵναπερ λιμνάζει μᾶλλον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: