previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


αὐτὸς δὲ ξὺν τοῖς κουφοτάτοις τῶν πεζῶν καὶ ξὺν τῶν ἱππέων τοῖς ἑταίροις καὶ μέρει τινὶ τῶν τοξοτῶν ᾔει τὴν ἐπὶ Πασαργάδας τῆς Περσίδος. Στασάνορα δὲ καταπέμπει ἐπὶ τὴν ἀρχὴν τὴν ἑαυτοῦ. [2] ὡς δὲ ἐπὶ τοῖς ὅροις ἦν τῆς Περσίδος, Φρασαόρτην μὲν οὐ κατέλαβε σατραπεύοντα ἔτι ῾νόσῳ γὰρ τετελευτηκὼς ἐτύγχανεν ἐν Ἰνδοῖς ἔτι Ἀλεξάνδρου ὄντοσ᾽, Ὀρξίνης δὲ ἐπεμέλετο τῆς Περσίδος, οὐ πρὸς Ἀλεξάνδρου κατασταθείς, ἀλλ᾽ ὅτι οὐκ ἀπηξίωσεν αὑτὸν ἐν κόσμῳ Πέρσας διαφυλάξαι Ἀλεξάνδρῳ οὐκ ὄντος ἄλλου ἄρχοντος. [3] ἦλθε δὲ ἐς Πασαργάδας καὶ Ἀτροπάτης Μηδ[ε]ίας σατράπης, ἄγων Βαρυάξην ἄνδρα Μῆδον συνειλημμένον, ὅτι ὀρθὴν τὴν κίδαριν περιθέμενος βασιλέα προσεῖπεν αὑτὸν Περσῶν καὶ Μήδων, καὶ ξὺν τούτῳ τοὺς μετασχόντας αὐτῷ τοῦ νεωτερισμοῦ τε καὶ τῆς ἀποστάσεως. τούτους μὲν δὴ ἀπέκτεινεν Ἀλέξανδρος. [4] ἐλύπησε δὲ αὐτὸν παρανομία ἐς τὸν Κύρου τοῦ Καμβύσου τάφον, ὅτι διορωρυγμένον τε καὶ σεσυλημένον κατέλαβε τοῦ Κύρου τὸν τάφον, ὡς λέγει [p. 286] 1 Ἀριστόβουλος. εἶναι γὰρ ἐν Πασαργάδαις ἐν τᾷ παραδείσῳ τῷ βασιλικῷ Κύρου ἐκείνου τάφον καὶ περὶ αὐτὸν ἄλσος πεφυτεῦσθαι δένδρων παντοίων καὶ ὕδατι εἶναι κατάρρυτον καὶ πόαν βαθεῖαν πεφυκέναι ἐν τῷ λειμῶνι, καὶ αὐτὸν δὲ τὸν τάφον τὰ κάτω λίθου τετραπέδου ἐς τετράγωνον σχῆμα πεποιῆσθαι, [5] ἄνωθεν δὲ οἴκημα ἐπεῖναι λίθινον ἐστεγασμένον, θυρίδα ἔχον φέρουσαν ἔσω στενήν, ὡς μόλις ἂν εἶναι ἑνὶ ἀνδρὶ οὐ μεγάλῳ πολλὰ κακοπαθοῦντι παρελθεῖν. ἐν δὲ τῷ οἰκήματι πύελον χρυσῆν κεῖσθαι, ἵνα τὸ σῶμα τοῦ Κύρου ἐτέθαπτο, καὶ κλίνην παρὰ τῇ πυέλῳ: πόδας δὲ εἶναι τῇ κλίνῃ χρυσοῦς σφυρηλάτους καὶ τάπητα ἐπίβλημα τῶν Βαβυλωνίων καὶ καυνάκας πορφυροῦς ὑποστρώματα. [6] ἐπεῖναι δὲ καὶ κάνδυς καὶ ἄλλους χιτῶνας τῆς Βαβυλωνίου ἐργασίας. καὶ ἀναξυρίδες Μηδικαὶ καὶ στολαὶ ὑακινθινοβαφεῖς λέγει ὅτι ἔκειντο, αἱ δὲ πορφύρας αἱ δὲ ἄλλης καὶ ἄλλης χρόας, καὶ στρεπτοὶ καὶ ἀκινάκαι καὶ ἐνώτια χρυσοῦ τε καὶ λίθων κολλητά, καὶ τράπεζα ἔκειτο. ἐν μέσῳ δὲ τῆς κλίνης πύελος ἔκειτο τὸ σῶμα τὸ Κύρου ἔχουσα. [7] εἶναι δὲ ἐντὸς τοῦ περιβόλου πρὸς τῇ ἀναβάσει τῇ ἐπὶ τὸν τάφον φερούσῃ οἴκημα σμικρὸν τοῖς Μάγοις πεποιημένον, οἳ δὴ ἐφύλασσον τὸν Κύρου τάφον ἔτι ἀπὸ Καμβύσου τοῦ Κύρου, παῖς παρὰ πατρὸς ἐκδεχόμενος τὴν φυλακήν. καὶ τούτοις πρόβατόν τε ἐς ἡμέραν ἐδίδοτο ἐκ βασιλέως καὶ ἀλεύρων τε καὶ οἴνου τεταγμένα καὶ ἵππος κατὰ μῆνα ἐς θυσίαν τῷ Κύρῳ. [8] ἐπεγέγραπτο δὲ τάφος Περσικοῖς γράμμασι: καὶ ἐδήλου Περσιστὶ τάδε: ἄνθρωπε, ἐγὼ Κῦρός εἰμι Καμβύσου τὴν ἀρχὴν Πέρσαις καταστησάμενος καὶ τῆς Ἀσίας βασιλεύσας. μὴ οὖν φθονήσῃς μοι τοῦ μνήματος. [p. 287] Ἀλέξανδρος δὲ ῾ἐπιμελὲς γὰρ ἦν αὐτῷ, [9] ὁπότε ἕλοι Πέρσας, παριέναι ἐς τοῦ Κύρου τὸν τάφον᾽ τὰ μὲν ἄλλα καταλαμβάνει ἐκπεφορημένα πλὴν τῆς πυέλου καὶ τῆς κλίνης: οἱ δὲ καὶ τὸ σῶμα τοῦ Κύρου ἐλωβήσαντο ἀφελόντες τὸ πῶμα τῆς πυέλου καὶ τὸν νεκρὸν ἐξέβαλον: αὐτὴν δὲ τὴν πύελον ἐπειρῶντο εὔογκόν σφισι ποιήσασθαι καὶ ταύτῃ εὔφορον τὰ μὲν παρακόπτοντες, τὰ δὲ ξυνθλῶντες αὐτῆς. ὡς δὲ οὐ προὐχώρει αὐτοῖς τοῦτο τὸ ἔργον, οὕτω δὴ ἐάσαντες τὴν πύελον ἀπῆλθον. [10] καὶ λέγει Ἀριστόβουλος αὐτὸς ταχθῆναι πρὸς Ἀλεξάνδρου κοσμῆσαι ἐξ ὑπαρχῆς τῷ Κύρῳ τὸν τάφον. καὶ τοῦ μὲν σώματος ὅσαπερ ἔτι σῶα ἦν καταθεῖναι ἐς τὴν πύελον καὶ τὸ πῶμα ἐπιθεῖναι, ὅσα δὲ λελώβητο αὐτῆς κατορθῶσαι: καὶ τὴν κλίνην ἐντεῖναι ταινίαις καὶ τἆλλα ὅσα ἐς κόσμον ἔκειτο κατὰ ἀριθμόν τε καὶ τοῖς πάλαι ὅμοια ἀποθεῖναι καὶ τὴν θυρίδα δὲ ἀφανίσαι τὰ μὲν αὐτῆς λίθῳ ἐνοικοδομήσαντα, τὰ δὲ πηλῷ ἐμπλάσαντα, καὶ ἐπιβαλεῖν τῷ πηλῷ τὸ σημεῖον τὸ βασιλικόν. [11] Ἀλέξανδρος δὲ ξυλλαβὼν τοὺς Μάγους τοὺς φύλακας τοῦ τάφου ἐστρέβλωσεν, ὡς κατειπεῖν τοὺς δράσαντας, οἱ δὲ οὐδὲν οὔτε σφῶν οὔτε ἄλλου κατεῖπον στρεβλούμενοι, οὐδὲ ἄλλῃ πῃ ἐξηλέγχοντο ξυνειδότες τῷ ἔργῳ: καὶ ἐπὶ τῷδε ἀφείθησαν ἐξ Ἀλεξάνδρου.

1 Aristob. fr. 37

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: