previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


χαλεπὴν καὶ ἄπορον τῶν ἐπιτηδείων, τῶν τε ἄλλων [p. 276] καὶ ὕδωρ πολλαχοῦ τῇ στρατιᾷ οὐκ ἦν: ἀλλὰ νύκτωρ ἠναγκάζοντο γῆν πολλὴν πορεύεσθαι καὶ προσωτέρω ἀπὸ θαλάσσης, ἐπεὶ αὐτῷ γε ἐν σπουδῇ ἦν ἐλθεῖν τὰ παρὰ τὴν θάλασσαν τῆς χώρας καὶ λιμένας τε ἰδεῖν τοὺς ὄντας καὶ ὅσα γε ἐν παρόδῳ δυνατὰ γένοιτο τῷ ναυτικῷ παρασκευάσαι, φρέατα ὀρύξαντας ἀγορᾶς που ὅρμου ἐπιμεληθέντας. [2] ἀλλὰ ἦν γὰρ ἔρημα παντάπασιν τὰ πρὸς τῇ θαλάσσῃ τῆς Γαδρωσῶν γῆς, δὲ Θόαντα τὸν Μανδροδώρου καταπέμπει ἐπὶ θάλασσαν ξὺν ὀλίγοις ἱππεῦσιν, κατασκεψόμενον εἴ πού τις ὅρμος ὢν τυγχάνει ταύτῃ ὕδωρ οὐ πόρρω ἀπὸ θαλάσσης τι ἄλλο τῶν ἐπιτηδείων. [3] καὶ οὗτος ἐπανελθὼν ἀπήγγειλεν ἁλιέας τινὰς καταλαβεῖν ἐπὶ τοῦ αἰγιαλοῦ ἐν καλύβαις πνιγηραῖς: πεποιῆσθαι δὲ τὰς καλύβας ξυνθέντας τὰς κόγχας: στέγην δὲ εἶναι αὐταῖς τὰς ἀκάνθας τῶν ἰχθύων: καὶ τούτους τοὺς ἁλιέας ὕδατι ὀλίγῳ διαχρῆσθαι χαλεπῶς διαμωμένους τὸν κάχληκα, καὶ οὐδὲ τούτῳ πάντῃ γλυκεῖ τῷ ὕδατι. [4] ὡς δὲ ἀφίκετο Ἀλέξανδρος ἐς χῶρόν τινα τῆς Γαδρωσίας ἵνα ἀφθονώτερος ἦν σῖτος, διανέμει ἐς τὰ ὑποζύγια τὸν καταληφθέντα καὶ τοῦτον σημηνάμενος τῇ ἑαυτοῦ σφραγῖδι κατακομίζεσθαι κελεύει ὡς ἐπὶ θάλασσαν. ἐν δὲ ᾔει ὡς ἐπὶ τὸν σταθμόν, ἔνθενπερ ἐγγυτάτω ἦν θάλασσα, ἐν τούτῳ ὀλίγα φροντίσαντες οἱ στρατιῶται τῆς σφραγῖδος αὐτοί τε οἱ φύλακες τῷ σίτῳ ἐχρήσαντο καὶ ὅσοι μάλιστα λιμῷ ἐπιέζοντο καὶ τούτοις μετέδωκαν. [5] ἐς τοσόνδε γὰρ πρὸς τοῦ κακοῦ ἐνικῶντο, ὡς τὸν πρόδηλον καὶ παρόντα ἤδη ὄλεθρον τοῦ ἀφανοῦς τε καὶ πρόσω ἔτι ὄντος ἐκ τοῦ βασιλέως κινδύνου ξὺν λογισμῷ ἔδοξέ σφισιν ἔμπροσθεν ποιήσασθαι. καὶ Ἀλέξανδρος καταμαθὼν τὴν ἀνάγκην [p. 277] ξυνέγνω τοῖς πράξασιν. αὐτὸς δέ, ὅσα ἐκ τῆς χώρας ἐπιδραμὼν ξυναγαγεῖν ἠδυνήθη εἰς ἐπισιτισμὸν τῇ στρατιᾷ τῇ περιπλεούσῃ ξὺν τῷ στόλῳ, ταῦτα κομίσοντα πέμπει Κρηθέα τὸν Καλλατιανόν. [6] καὶ τοῖς ἐγχωρίοις προσετάχθη ἐκ τῶν ἄνω τόπων σῖτόν τε ὅσον δυνατοὶ ἦσαν κατακομίσαι ἀλέσαντας καὶ τὰς βαλάνους τὰς τῶν φοινίκων καὶ πρόβατα ἐς ἀγορὰν τῷ στρατῷ. καὶ ἐς ἄλλον αὖ τόπον Τήλεφον κατέπεμψε τῶν ἑταίρων σὺν σίτῳ οὐ πολλῷ ἀληλεσμένῳ. αὐτὸς δὲ προὐχώρει ὡς ἐς τὰ βασίλεια τῶν Γαδρωσῶν,

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: