previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ὡς δὲ ἀφίκετο ἐς τῶν Γαδρωσίων τὰ βασίλεια, ἀναπαύει ἐνταῦθα τὴν στρατιάν. καὶ Ἀπολλοφάνην μὲν παύει τῆς σατραπείας, ὅτι οὐδενὸς ἔγνω ἐπιμεληθέντα τῶν προεπηγγελμένων, Θόαντα δὲ σατραπεύειν τῶν ταύτῃ ἔταξε: τούτου δὲ νόσῳ τελευτήσαντος [p. 282] Σιβύρτιος τὴν σατραπείαν ἐκδέχεται: αὐτὸς δὲ καὶ Καρμανίας σατράπης ἦν νεωστὶ ἐξ Ἀλεξάνδρου ταχθείς: τότε δὲ τούτῳ μὲν Ἀραχωτῶν τε καὶ τῶν Γαδρωσίων ἄρχειν ἐδόθη, Καρμανίαν δὲ ἔσχε Τληπόλεμος Πυθοφάνους. [2] ἤδη τε ἐπὶ Καρμανίας προὐχώρει βασιλεὺς καὶ ἀγγέλλεται αὐτῷ Φίλιππον τὸν σατράπην τῆς Ἰνδῶν γῆς ἐπιβουλευθέντα πρὸς τῶν μισθοφόρων δόλῳ ἀποθανεῖν, τοὺς δὲ ἀποκτείναντας ὅτι οἱ σωματοφύλακες τοῦ Φιλίππου οἱ Μακεδόνες τοὺς μὲν ἐν αὐτῷ τῷ ἔργῳ, τοὺς δὲ καὶ ὕστερον λαβόντες ἀπέκτειναν. ταῦτα δὲ ὡς ἔγνω, ἐκπέμπει γράμματα ἐς Ἰνδοὺς παρὰ Εὔδαμόν τε καὶ Ταξίλην ἐπιμελεῖσθαι τῆς χώρας τῆς πρόσθεν ὑπὸ Φιλίππῳ τεταγμένης ἔστ᾽ ἂν αὐτὸς σατράπην ἐκπέμψῃ ἐπ᾽ αὐτῆς. [3] ἤδη δ᾽ ἐς Καρμανίαν ἥκοντος Ἀλεξάνδρου Κρατερὸς ἀφικνεῖται, τήν τε ἄλλην στρατιὰν ἅμα οἷ ἄγων καὶ τοὺς ἐλέφαντας καὶ Ὀρδάνην τὸν ἀποστάντα καὶ νεωτερίσαντα συνειληφώς. ἐνταῦθα δὲ Στασάνωρ τε Ἀρείων καὶ Ζαραγγῶν σατράπης ἧκεν καὶ ξὺν αὐτοῖς Φαρισμάνης Φραταφέρνου τοῦ Παρθυαίων καὶ Ὑρκανίων σατράπου παῖς. ἧκον δὲ καὶ οἱ στρατηγοὶ οἱ ὑπολειφθέντες ἅμα Παρμενίωνι ἐπὶ τῆς στρατιᾶς τῆς ἐν Μηδίᾳ, Κλέανδρός τε καὶ Σιτάλκης καὶ Ἡράκων, τὴν πολλὴν τῆς στρατιᾶς καὶ οὗτοι ἄγοντες. [4] τοὺς μὲν δὴ ἀμφὶ Κλέανδρόν τε καὶ Σιτάλκην πολλὰ ἐπικαλούντων αὐτοῖς τῶν τε ἐγχωρίων καὶ τῆς στρατιᾶς αὐτῆς, ὡς ἱερά τε πρὸς αὐτῶν σεσυλημένα καὶ θήκας παλαιὰς κεκινημένας καὶ ἄλλα ἄδικα ἔργα ἐς τοὺς ὑπηκόους τετολμημένα καὶ ἀτάσθαλα, ταῦτα ὡς ἐξηγγέλθη, τοὺς μὲν ἀπέκτεινεν, ὡς καὶ τοῖς ἄλλοις δέος [p. 283] εἶναι, ὅσοι σατράπαι ὕπαρχοι νομάρχαι ἀπολείποιντο, τὰ ἴσα ἐκείνοις πλημμελοῦντας πείσεσθαι: [5] ῾καὶ τοῦτο, εἴπερ τι ἄλλο, κατέσχεν ἐν κόσμῳ τὰ ἔθνη τὰ ἐξ Ἀλεξάνδρου δοριάλωτα ἑκόντα προσχωρήσαντα, τοσαῦτα μὲν πλήθει ὄντα, τόσον δὲ ἀλλήλων ἀφεστηκότα, ὅτι οὐκ ἐξῆν ὑπὸ τῇ Ἀλεξάνδρου βασιλείᾳ ἀδικεῖσθαι τοὺς ἀρχομένους ὑπὸ τῶν ἀρχόντων:᾿ Ἡράκων δὲ τότε μὲν ἀφείθη τῆς αἰτίας: ὀλίγον δὲ ὕστερον ἐξελεγχθεὶς πρὸς ἀνδρῶν Σουσίων σεσυληκέναι τὸ ἐν Σούσοις ἱερὸν καὶ οὗτος ἔδωκεν δίκην. [6] οἱ δὲ σὺν Στασάνορι καὶ Φραταφέρνῃ πλῆθός τε ὑποζυγίων παρ᾽ Ἀλέξανδρον ἄγοντες ἦλθον καὶ καμήλους πολλάς, ὡς ἔμαθον ὅτι τὴν ἐπὶ Γαδρωσίων ἄγει, εἰκάσαντες ὅτι τὰ αὐτὰ ἐκεῖνα πείσεται αὐτῷ στρατιὰ δὴ ἔπαθε: καὶ οὖν καὶ ἐν καιρῷ μὲν καὶ οὗτοι ἀφίκοντο, ἐν καιρῷ δὲ αἱ κάμηλοί τε καὶ τὰ ὑποζύγια: διένειμε γὰρ ξύμπαντα Ἀλέξανδρος τοῖς μὲν ἡγεμόσι κατ᾽ ἄνδρα, τοῖς δὲ κατ᾽ ἴλας τε καὶ ἑκατοστύας, τοῖς δὲ κατὰ λόχους, ὅπως τὸ πλῆθος τῶν ὑποζυγίων τε καὶ καμήλων αὐτῷ ξυνέβαινεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: