previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Συρακούσιαι Αδωνιάζουσαι

Γοργώ

῎Ενδοι Πραξινόα;

Πραχινόα

Γοργοῖ φίλα, ὡς χρόνῳ. ἔνδοι.
θαῦμ᾽ ὅτι καὶ νῦν ἦνθες. ὅρη δίφρον Εὐνόα αὐτῇ.
ἔμβαλε καὶ ποτίκρανον.

Γοργώ

ἔχει κάλλιστα.

Πραχινόα

καθίζευ.

Γοργώ

τᾶς ἀλεμάτω ψυχᾶς: μόλις ὔμμιν ἐσώθην
5Πραξινόα πολλῶ μὲν ὄχλω, πολλῶν δὲ τεθρίππων.
παντᾷ κρηπῖδες, παντᾷ χλαμυδηφόροι ἄνδρες:
δ᾽ ὁδὸς ἄτρυτος: τὺ δ᾽ ἑκαστάτω ὅσσον ἀποικεῖς.

Πραχινόα

ταῦθ᾽ πάραρος τῆνος ἐπ᾽ ἔσχατα γᾶς ἔλαβ᾽ ἐνθὼν
ἰλεόν, οὐκ οἴκησιν, ὅπως μὴ γείτονες ὦμες
10ἀλλάλαις, ποτ᾽ ἔριν, φθονερὸν κακόν, αἰὲν ὁμοῖος.

Γοργώ

μὴ λέγε τὸν τεὸν ἄνδρα φίλα Δίκωνα τοιαῦτα,
τῶ μικκῶ παρεόντος: ὅρη γύναι, ὡς ποθορῇ τυ.
θάρσει Ζωπυρίων, γλυκερὸν τέκος: οὐ λέγει ἀπφῦν.

Πραχινόα

αἰσθάνεται τὸ βρέφος, ναὶ τὰν πότνιαν.

Γοργώ

καλὸς ἀπφῦς.

Πραχινόα

15ἀπφῦς μὰν τῆνος τὰ πρόανλέγομες δὲ πρόαν θην
πάντανίτρον καὶ φῦκος ἀπὸ σκανᾶς ἀγοράσδων
ἦνθε φέρων ἅλας ἄμμιν, ἀνὴρ τρισκαιδεκάπηχυς.

Γοργώ

χὡμὸς ταὐτᾷ ἔχει, φθόρος ἀργυρίω, Διοκλείδας:
ἑπταδράχμως κυνάδας, γραιᾶν ἀποτίλματα πηρᾶν,
20πέντε πόκως ἔλαβ᾽ ἐχθές, ἅπαν ῥύπον, ἔργον ἐπ᾽ ἔργῳ.
ἀλλ᾽ ἴθι τὠμπέχονον καὶ τὰν περονατρίδα λάζευ.
βᾶμες τῶ βασιλῆος ἐς ἀφνειῶ Πτολεμαίω
θασόμεναι τὸν ῎Αδωνιν: ἀκούω χρῆμα καλόν τι
κοσμεῖν τὰν βασίλισσαν.

Πραχινόα

ἐν ὀλβίω ὄλβια πάντα.

Γοργώ

25ὧν ἴδες, ὧν εἶπες καὶ ἰδοῖσα τὺ τῷ μὴ ἰδόντι.
ἕρπειν ὥρα κ᾽ εἴη.

Πραχινόα

ἀεργοῖς αἰὲν ἑορτά.
Εὐνόα, αἶρε τὸ νῆμα καὶ ἐς μέσον αἰνόθρυπτε
θὲς πάλιν. αἱ γαλέαι μαλακῶς χρῄζοντι καθεύδειν:
κινεῦ δή, φέρε θᾶσσον ὕδωρ. ὕδατος πρότερον δεῖ.
δὲ σμᾶμα φέρει. δὸς ὅμως. μὴ δὴ πολὺ ἄπληστε.
ἔγχει ὕδωρ. δύστανε, τί μευ τὸ χιτώνιον ἄρδεις;
παῦε. ὁκοῖα θεοῖς ἐδόκει, τοιαῦτα νένιμμαι.
κλᾲξ τᾶς μεγάλας πᾷ λάρνακος; ὧδε φέρ᾽ αὐτάν.

Γοργώ

Πραξινόα, μάλα τοι τὸ καταπτυχὲς ἐμπερόναμα
τοῦτο πρέπει: λέγε μοι, πόσσω κατέβα τοι ἀφ᾽ ἱστῶ;

Πραχινόα

μὴ μνάσῃς Γοργοῖ: πλέον ἀργυρίω καθαρῶ μνᾶν
δύο: τοῖς δ᾽ ἔργοις καὶ τὰν ψυχὰν ποτέθηκα.

Γοργώ

ἀλλὰ κατὰ γνώμαν ἀπέβα τοι.

Πραχινόα

τοῦτο κάλ᾽ εἶπες.
τὠμπέχονον φέρε μοι καὶ τὰν θολίαν κατὰ κόσμον
ἀμφίθες. οὐκ ἀξῶ τυ τέκνον. μορμώ, δάκνει ἵππος.
δάκρυ᾽, ὅσσα θέλεις, χωλὸν δ᾽ οὐ δεῖ τυ γενέσθαι.
ἕρπωμες. Φρυγία, τὸν μικκὸν παῖσδε λαβοῖσα,
τὰν κύν᾽ ἔσω κάλεσον, τὰν αὐλείαν ἀπόκλᾳξον.--
θεοί, ὅσσος ὄχλος. πῶς καὶ πόκα τοῦτο περᾶσαι
45χρὴ τὸ κακόν; μύρμακες ἀνάριθμοι καὶ ἄμετροι.
πολλά τοι Πτολεμαῖε πεποίηται καλὰ ἔργα,
ἐξ ἐν ἀθανάτοις τεκ̣̣ν: οὐδεὶς κακοεργὸς
δαλεῖται τὸν ἰόντα παρέρπων Αἰγυπτιστί,
οἷα πρὶν ἐξ ἀπάτας κεκροτημένοι ἄνδρες ἔπαισδον,
50ἀλλάλοις ὁμαλοί, κακὰ παίγνια, πάντες ἐρειοί.
ἁδίστα Γοργοῖ, τί γενοίμεθα; τοὶ πολεμισταὶ
ἵπποι τῶ βασιλῆος. ἄνερ φίλε, μή με πατήσῃς.
ὀρθὸς ἀνέστα πυρρός: ἴδ᾽ ὡς ἄγριος. κυνοθαρσὴς
Εὐνόα, οὐ φευξῇ; διαχρησεῖται τὸν ἄγοντα.
55ὠνάθην μεγάλως, ὅτι μοι τὸ βρέφος μένει ἔνδον.

Γοργώ

θάρσει Πραξινόα: καὶ δὴ γεγενήμεθ᾽ ὄπισθεν,
τοὶ δ᾽ ἔβαν ἐς χώραν.

Πραχινόα

καὐτὰ συναγείρομαι ἤδη.
ἵππον καὶ τὸν ψυχρὸν ὄφιν τὰ μάλιστα δεδοίκω
ἐκ παιδός. σπεύδωμες: ὄχλος πολὺς ἄμμιν ἐπιρρεῖ.

Γοργώ

60ἐξ αὐλᾶς μᾶτερ;

Γραῦς

ἐγὼν τέκνα.

Γοργώ

παρενθεῖν
εὐμαρές;

Γραῦς

ἐς Τροίαν πειρώμενοι ἦνθον ᾿Αχαιοί,
καλλίστα παίδων: πείρᾳ θην πάντα τελεῖται.

Γοργώ

χρησμὼς πρεσβῦτις ἀπῴχετο θεσπίξασα.

Πραχινόα

πάντα γυναῖκες ἴσαντι, καὶ ὡς Ζεὺς ἠγάγεθ᾽ ῞Ηρην.

Γοργώ

65θᾶσαι Πραξινόα, περὶ τὰς θύρας ὅσσος ὅμιλος.

Πραχινόα

θεσπέσιος. Γοργοῖ, δὸς τὰν χέρα μοι: λάβε καὶ τὺ
Εὐνόα Εὐτυχίδος: πότεχ᾽ αὐτᾷ, μή τι πλαναθῇς.
πᾶσαι ἅμ᾽ εἰσένθωμες: ἀπρὶξ ἔχευ Εὐνόα ἁμῶν.
οἴμοι δειλαία, δίχα μευ τὸ θερίστριον ἤδη
70ἔσχισται Γοργοῖ. πὸτ τῶ Διός, εἴτι γένοιο
εὐδαίμων ὤνθρωπε, φυλάσσεο τὠμπέχονόν μευ.

Ξένος

οὐκ ἐπ᾽ ἐμὶν μέν, ὅμως δὲ φυλαξεῦμαι:

Πραχινόα

ὄχλος ἄθρως.
ὠθεῦνθ᾽ ὥσπερ ὕες.

Ξένος

θάρσει γύναι: ἐν καλῷ εἰμές.

Πραχινόα

κεἰς ὥρας κἤπειτα φίλ᾽ ἀνδρῶν ἐν καλῷ εἴης
75ἄμμε περιστέλλων. χρηστῶ κᾠκτίρμονος ἀνδρός.
φλίβεται Εὐνόα ἇμιν: ἄγ᾽ δειλὰ τὺ βιάζευ.
κάλλιστ᾽: ἔνδοι πᾶσαι, τὰν νυὸν εἶπ᾽ ἀποκλᾴξας.

Γοργώ

Πραξινόα, πόταγ᾽ ὧδε. τὰ ποικίλα πρᾶτον ἄθρησον,
λεπτὰ καὶ ὡς χαρίεντα: θεῶν περονάματα φασεῖς.

Πραχινόα

80πότνι᾽ ᾿Αθαναία, ποῖαί σφ᾽ ἐπόνασαν ἔριθοι,
ποῖοι ζῳογράφοι τἀκριβέα γράμματ᾽ ἔγραψαν.
ὡς ἔτυμ᾽ ἑστάκαντι, καὶ ὡς ἔτυμ᾽ ἐνδινεῦντι,
ἔμψυχ᾽, οὐκ ἐνυφαντά. σοφόν τοι χρῆμ᾽ ὥνθρωπος.
αὐτὸς δ᾽ ὡς θαητὸς ἐπ᾽ ἀργυρέας κατάκειται
κλισμῶ, πρᾶτον ἴουλον ἀπὸ κροτάφων καταβάλλων,
τριφίλητος ῎Αδωνις, κἠν ᾿Αχέροντι φιλεῖται.

Ἕτερος Ξένος

παύσασθ᾽ δύστανοι, ἀνάνυτα κωτίλλοισαι
τρυγόνες. ἐκκναισεῦντι πλατειάσδοισαι ἅπαντα.

Γοργώ

μᾶ, πόθεν ὥνθρωπος; τί δὲ τίν, εἰ κωτίλαι εἰμές;
90πασάμενος ἐπίτασσε. Συρακοσίαις ἐπιτάσσεις;
ὡς δ᾽ εἰδῇς καὶ τοῦτο: Κορίνθιαι εἰμὲς ἄνωθεν,
ὡς καὶ Βελλεροφῶν: Πελοποννασιστὶ λαλεῦμες:
δωρίσδεν δ᾽ ἔξεστι δοκῶ τοῖς Δωριέεσσι.

Πραχινόα

μὴ φύη Μελιτῶδες ὃς ἁμῶν καρτερὸς εἴη,
95πλὰν ἑνός. οὐκ ἀλέγω. μή μοι κενεὰν ἀπομάξῃς.

Γοργώ

σιγᾷ Πραξινόα: μέλλει τὸν ῎Αδωνιν ἀείδειν
τᾶς ᾿Αργείας θυγάτηρ πολύιδρις ἀοιδός,
ἅτις καὶ πέρυσιν τὸν ἰάλεμον ἀρίστευσε.
φθεγξεῖταί τι σάφ᾽ οἶδα καλόν: διαθρύπτεται ἤδη.

Γυνή Ἀοιδός

100δέσποιν᾽, Γολγώς τε καὶ ᾿Ιδάλιον ἐφίλασας
αἰπεινάν τ᾽ ᾿Ερύκαν, χρυσῷ παίζοισ᾽ ᾿Αφροδίτα:
οἷόν τοι τὸν ῎Αδωνιν ἀπ᾽ ἀενάω ᾿Αχέροντος
μηνὶ δυωδεκάτῳ μαλακαὶ πόδας ἄγαγον ̂̔Ωραι.
βάρδισται μακάρων ̂̔Ωραι φίλαι, ἀλλὰ ποθειναὶ
105ἔρχονται πάντεσσι βροτοῖς αἰεί τι φορεῦσαι.
Κύπρι Διωναία, τὺ μὲν ἀθανάταν ἀπὸ θνατᾶς,
ἀνθρώπων ὡς μῦθος, ἐποίησας Βερενίκαν,
ἀμβροσίαν ἐς στῆθος ἀποστάξασα γυναικός:
τὶν δὲ χαριζομένα, πολυώνυμε καὶ πολύναε,
110 Βερενικεία θυγάτηρ ῾Ελένᾳ εἰκυῖα
᾿Αρσινόα πάντεσσι καλοῖς ἀτιτάλλει ῎Αδωνιν.
πὰρ μέν οἱ ὥρια κεῖται, ὅσα δρυὸς ἄκρα φέρονται,
πὰρ δ᾽ ἁπαλοὶ κᾶποι πεφυλαγμένοι ἐν ταλαρίσκοις
ἀργυρέοις, Συρίω δὲ μύρω χρύσει᾽ ἀλάβαστρα.
115εἴδατα δ᾽ ὅσσα γυναῖκες ἐπὶ πλαθάνω πονέονται,
ἄνθεα μίσγοισαι λευκῷ παντοῖα μαλεύρῳ,
ὅσσά τ᾽ ἀπὸ γλυκερῶ μέλιτος τά τ᾽ ἐν ὑγρῷ ἐλαίῳ,
πάντ᾽ αὐτῷ πετεηνὰ καὶ ἑρπετὰ τεῖδε πάρεστι.
χλωραὶ δὲ σκιάδες μαλακῷ βρίθοντι ἀνήθῳ
120δέδμανθ᾽: οἱ δέ τε κῶροι ὑπερπωτῶνται ῎Ερωτες,
οἷοι ἀηδονιδῆες ἀεξομενᾶν ἐπὶ δένδρων
πωτῶνται πτερύγων πειρώμενοι ὄζον ἀπ᾽ ὄζω.
ἔβενος, χρυσός, ἐκ λευκῶ ἐλέφαντος
αἰετοὶ οἰνοχόον Κρονίδᾳ Διὶ παῖδα φέροντες.
125πορφύρεοι δὲ τάπητες ἄνω μαλακώτεροι ὕπνω,
Μίλατος ἐρεῖ χὡ τὰν Σαμίαν κάτα βόσκων:
ἔστρωται κλίνα τῷ ᾿Αδώνιδι τῷ καλῷ ἄλλα.’
τὰν μὲν Κύπρις ἔχει, τὰν δ᾽ ῥοδόπαχυς ῎Αδωνις
ὀκτωκαιδεκέτης ἐννεακαίδεχ᾽ γαμβρός.
130οὐ κεντεῖ τὸ φίλαμ᾽, ἔτι οἱ περὶ χείλεα πυρρά.
νῦν μὰν Κύπρις ἔχοισα τὸν αὐτᾶς χαιρέτω ἄνδρα:
ἀῶθεν δ᾽ ἁμές νιν ἅμα δρόσῳ ἀθρόαι ἔξω
οἰσεῦμες ποτὶ κύματ᾽ ἐπ᾽ ἀιόνι πτύοντα,
λύσασαι δὲ κόμαν καὶ ἐπὶ σφυρὰ κόλπον ἀνεῖσαι
135στήθεσι φαινομένοις λιγυρᾶς ἀρξώμεθ᾽ ἀοιδᾶς:
῞Ερπεις φίλ᾽ ῎Αδωνι καὶ ἐνθάδε κεἰς ᾿Αχέροντα
ἡμιθέων, ὡς φαντί, μονώτατος. οὔτ᾽ ᾿Αγαμέμνων
τοῦτ᾽ ἔπαθ᾽, οὔτ᾽ Αἴας μέγας βαρυμάνιος ἥρως,
οὔθ᾽ ῞Εκτωρ ῾Εκάβας γεραίτερος εἴκατι παίδων,
140οὐ Πατροκλῆς, οὐ Πύρρος ἀπὸ Τροίας ἐπανελθών,
οὔθ᾽ οἱ ἔτι πρότερον Λαπίθαι καὶ Δευκαλίωνες,
οὐ Πελοπηιάδαι τε καὶ ῎Αργεος ἄκρα Πελασγοί:
ἵλαθι νῦν φίλ᾽ ῎Αδωνι, καὶ ἐς νέωτ᾽ εὐθυμήσαις.
καὶ νῦν ἦνθες ῎Αδωνι, καὶ ὅκκ᾽ ἀφίκῃ, φίλος ἡξεῖς.

Γοργώ

145Πραξινόα, τὸ χρῆμα σοφώτερον θήλεια.
ὀλβία ὅσσα ἴσατι, πανολβία ὡς γλυκὺ φωνεῖ.
ὥρα ὅμως κεἰς οἶκον. ἀνάριστος Διοκλείδας.
χὡνὴρ ὄξος ἅπαν, πεινᾶντι δὲ μηδὲ ποτένθῃς.
χαῖρε ῎Αδων ἀγαπητέ: καὶ ἐς χαίροντας ἀφίκευ.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (R. J. Cholmeley, M.A., 1901)
hide References (17 total)
  • Commentary references to this page (12):
    • E. T. Merrill, Commentary on Catullus, 36
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 1293
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Oedipus at Colonus, 839
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 1115
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Antigone, 334
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 1165
    • Sir Richard C. Jebb, Commentary on Sophocles: Ajax, 591
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DIONYSUS
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO PAN
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO DIONYSUS
    • Thomas W. Allen, E. E. Sikes, Commentary on the Homeric Hymns, HYMN TO APOLLO
    • E.C. Marchant, Commentary on Thucydides: Book 7, 7.5
  • Cross-references to this page (2):
  • Cross-references in general dictionaries to this page (3):
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: