This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[28]
ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς ὁ γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δί᾽ οὐχ ἵν᾽ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν (οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδ᾽ ἀδιοίκητον οὐδέν), ἀλλ᾽ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδ᾽ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδ᾽ ὁ νῦν ἀγωνιζόμενος νόμος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.