This text is part of:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[60]
καὶ μὴν οὐδ᾽ ἐκεῖνό γ᾽ ἂν εἴποις, ὡς ὅσοις δεσμοῦ προστιμᾶται, τούτων μάλιστ᾽ ἢ τὰ μέγιστ᾽ ἀδικοῦσιν οἱ τελῶναι, ὥστε μόνοις αὐτοῖς μὴ μεταδοῦναι τοῦ νόμου. πολὺ γὰρ δήπου μᾶλλον οἱ προδιδόντες τι τῶν κοινῶν, οἱ τοὺς γονέας κακοῦντες, οἱ μὴ καθαρὰς τὰς χεῖρας ἔχοντες, εἰσιόντες δ᾽ εἰς τὴν ἀγοράν, ἀδικοῦσιν. οἷς ἅπασιν οἱ μὲν ὑπάρχοντες νόμοι δεσμὸν προλέγουσιν, ὁ δὲ σὸς λελύσθαι δίδωσιν. ἀλλ᾽ ἐνταῦθα πάλιν καταμηνύεις ὑπὲρ ὧν ἐτίθεις: διὰ γὰρ τὸ μὴ τελωνήσαντας ὀφείλειν αὐτούς, ἀλλὰ κλέψαντας, μᾶλλον δ᾽ ἁρπάσαντας τὰ χρήματα, διὰ τοῦτ᾽ οὐκ ἐφρόντισας, οἶμαι, τῶν τελωνῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.