previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οὐ γὰρ ἀρούρας μὲν ἀγαθὰς ἔχει καὶ πολλάς, ἄδενδρος δ᾽ ἐστὶν ὡς σιτοφόρος: οὐδ᾽ αὖ φυτὰ μὲν ἱκανὴ παντοῖα θρέψασθαι, σπείρεσθαι δ᾽ ὡς δενδρῖτις ὀλιγόκαρπος: οὐδ᾽ ἄμφω μὲν ταῦτα παρέχειν δαψιλής, προβατεύεσθαι δ᾽ ἀνεπιτήδειος: οὐδ᾽ ἄν τις αὐτὴν φαίη πολύκαρπον μὲν εἶναι καὶ πολύδενδρον καὶ πολύβοτον, ἐνδιαίτημα δ᾽ ἀνθρώποις ὑπάρχειν ἄχαρι: ἀλλ᾽ ἔστι πάσης ὡς εἰπεῖν ἡδονῆς τε καὶ [2] ὠφελείας ἔκπλεως. ποίας μὲν γὰρ λείπεται σιτοφόρου μὴ ποταμοῖς, ἀλλὰ τοῖς οὐρανίοις ὕδασιν ἀρδομένης τὰ καλούμενα Καμπανῶν πεδία, ἐν οἷς ἐγὼ καὶ τρικάρπους ἐθεασάμην ἀρούρας θερινὸν ἐπὶ χειμερινῷ καὶ μετοπωρινὸν ἐπὶ θερινῷ σπόρον ἐκφερούσας; ποίας δ᾽ ἐλαιοφόρου τὰ Μεσσαπίων καὶ Δαυνίων καὶ Σαβίνων καὶ πολλῶν ἄλλων γεώργια; ποίας δ᾽ οἰνοφύτου Τυρρηνία καὶ Ἀλβανὴ καὶ τὰ Φαλερίνων χωρία θαυμαστῶς [p. 58] ὡς φιλάμπελα καὶ δι᾽ ἐλαχίστου πόνου πλείστους ἅμα καὶ κρατίστους καρποὺς ἐξενεγκεῖν εὔπορα; [3] χωρὶς δὲ τῆς ἐνεργοῦ πολλὴν μὲν ἄν τις εὕροι τὴν εἰς ποίμνας ἀνειμένην αὐτῆς, πολλὴν δὲ τὴν αἰγινόμον, ἔτι δὲ πλείω καὶ θαυμασιωτέραν τὴν ἱπποφορβόν τε καὶ βουκολίδα: γὰρ ἕλειος καὶ λειμωνία βοτάνη δαψιλὴς οὖσα τῶν τε ὀργάδων δροσερὰ καὶ κατάρρυτος ἄπειρος ὅση θέρει νέμεται καὶ παρέχει διὰ παντὸς εὐθενούσας τὰς ἀγέλας. [4] πάντων δ᾽ εἰσὶν οἱ δρυμοὶ θαυμασιώτατοι περί τε τὰ κρημνώδη χωρία καὶ τὰς νάπας καὶ τοὺς ἀγεωργήτους λόφους, ἐξ ὧν πολλῆς μὲν εὐποροῦσι καὶ καλῆς ὕλης ναυπηγησίμου, πολλῆς δὲ τῆς εἰς τὰς ἄλλας ἐργασίας εὐθέτου. καὶ τούτων οὐδὲν οὔτε δυσπόριστόν ἐστιν οὔτε πρόσω τῆς ἀνθρωπίνης χρείας κείμενον, ἀλλ᾽ εὐκατέργαστα καὶ ῥᾴδια παρεῖναι πάντα διὰ πλῆθος τῶν ποταμῶν, οἳ διαρρέουσιν ἅπασαν τὴν ἀκτὴν καὶ ποιοῦσι τάς τε κομιδὰς καὶ τὰς ἀμείψεις τῶν ἐκ γῆς φυομένων λυσιτελεῖς. [5] ἔχει δὲ γῆ καὶ νάματα θερμῶν ὑδάτων ἐν πολλοῖς εὑρημένα χωρίοις, λουτρὰ παρασχεῖν ἥδιστα καὶ νόσους ἰάσασθαι χρονίους ἄριστα, καὶ μέταλλα παντοδαπὰ καὶ θηρίων ἄγρας ἀφθόνους καὶ θαλάττης φύσιν πολύγονον ἄλλα τε μυρία, τὰ μὲν [p. 59] εὔχρηστα, τὰ δὲ θαυμάσια, πάντων δὲ κάλλιστον, ἀέρα κεκραμένον ταῖς ὥραις συμμέτρως, οἷον ἥκιστα πημαίνειν κρυμῶν ὑπερβολαῖς θάλπεσιν ἐξαισίοις καρπῶν τε γένεσιν καὶ ζῴων φύσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: