Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ βασιλεύς, τρισμύριοι πεζοὶ πεντακισχίλιοι δ᾽ ἱππεῖς: ὡς δ᾽ Ἀναξιμένης, τετρακισμύριοι πεζοὶ καὶ τρισχίλιοι, πεντακισχίλιοι δὲ καὶ πεντακόσιοι ἱππεῖς. τὸ δὲ λαμπρὸν αὐτῷ καὶ μέγα παρασκευασθὲν ὑπὸ τῆς Τύχης ἐφόδιον ἑβδομήκοντα τάλαντ᾽ ἦν, ὥς φησιν Ἀριστόβουλος: ὡς δὲ Δοῦρις, τριάκοντα μόνον ἡμερῶν ἐπισιτισμός.
ἄβουλος οὖν καὶ προπετὴς Ἀλέξανδρος ἐξ εὐτελῶν οὕτως ἐπὶ τηλικαύτην δύναμιν ὁρμώμενος; οὐ μὲν οὖν. τίς γὰρ ἀπὸ μειζόνων ἢ καλλιόνων ἀφορμῶν ἀνήγετο, μεγαλοψυχίας, συνέσεως, σωφροσύνης, ἀνδραγαθίας, αἷς αὐτὸν [p. 390] ἐφωδίαζε φιλοσοφία πρὸς τὴν στρατείαν; ναί, πλείονας παρ᾽ Ἀριστοτέλους τοῦ καθηγητοῦ ἢ