Click on a word to bring up parses, dictionary entries, and frequency statistics
κόσμου παραιτησάμενος, οἷον τιάραν καὶ κάνδυν καὶ ἀναξυρίδας, ἐκ τοῦ Περσικοῦ καὶ Μακεδονικοῦ τρόπου μεμειγμένην τινὰ στολὴν ἐφόρει, καθάπερ Ἐρατοσθένης ἱστόρηκεν, ὡς μὲν φιλόσοφος τοῖς [p. 402] ἀδιαφόροις χρώμενος, ὡς δ᾽ ἡγεμὼν κοινὸς καὶ βασιλεὺς φιλάνθρωπος τῇ περὶ τὴν ἐσθῆτα τιμῇ τὴν τῶν κεκρατημένων ἀνακτώμενος εὔνοιαν, ἵνα βεβαίως παραμένωσιν ἀγαπῶντες ὡς ἄρχοντας Μακεδόνας, μὴ μισοῦντες ὡς πολεμίους. τοὐναντίον γὰρ ἦν ἀσόφου καὶ τετυφωμένης ψυχῆς τὴν μὲν αὐτόχρουν χλαμύδα θαυμάζειν, τὸν δὲ περιπόρφυρον χιτῶνα δυσχεραίνειν, ἢ πάλιν ἐκεῖνα μὲν ἀτιμάζειν,