Click on a word to bring up parses, dictionary entries, and frequency statistics
συναναγιγνώσκοντος, οὐκ ἐκώλυσεν, ἀλλὰ τὸν δακτύλιον αὑτοῦ τῷ στόματι προσέθηκεν αὐτοῦ, κατασφραγισάμενος φιλικῇ πίστει τὴν σιωπήν: φιλοσόφως. εἰ γάρ ταῦτα οὐκ ἔστι φιλοσόφως, τίν᾽ ἐστὶν ἄλλα;
Παραθῶμεν τὰ τῶν ὁμολογουμένων φιλοσόφων. Σωκράτης ἠνέσχετο [p. 418] συγκοιμηθέντος Ἀλκιβιάδου: Ἀλέξανδρος δέ, Φιλοξένου τοῦ τῆς παραλίας ὑπάρχου γράψαντος, ὅτι παῖς ἐν Ἰωνίᾳ γέγονεν οἷος οὐκ ἄλλος ὥραν καὶ εἶδος, καὶ πυνθανομένου διὰ τῶν γραμμάτων εἰ ἀναπέμψοι, πικρῶς ἀντέγραψεν, ‘ὦ κάκιστ᾽ ἀνθρώπων, τί μοι πώποτε τοιοῦτο συνέγνως, ἵνα τοιαύταις με κολακεύσῃς’