Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀκούειν. τίς ἂν οὖν παρὰ τοιούτοις βασιλεῦσιν αὔξησις ἢ τιμὴ τέχνης γένοιτο καὶ Μούσης τοιαύτης; ἀλλ᾽ οὐδὲ παρὰ τοῖς ἀντιτέχνοις ἐθέλουσιν εἶναι, καὶ διὰ τοῦτο βασκανίᾳ καὶ δυσμενείᾳ τοὺς ἀληθῶς τεχνίτας καθαιροῦσιν. οἷος ἦν πάλιν αὖ Διονύσιος ὁ τὸν ποιητὴν Φιλόξενον εἰς τὰς λατομίας ἐμβαλών, ὅτι τραγῳδίαν αὐτοῦ διορθῶσαι κελευσθεὶς εὐθὺς ἀπὸ τῆς ἀρχῆς ὅλην μέχρι τῆς κορωνίδος περιέγραψεν. ἦν δὲ καὶ Φίλιππος ἐν τούτοις ὑπ᾽ ὀψιμαθίας ἑαυτοῦ μικρότερος καὶ νεοπρεπέστερος: ὅθεν καί φασι πρός τινα ψάλτην περὶ κρουμάτων αὐτοῦ